Τετάρτη, 1 Ιουλίου 2015

Παρακλητικός Κανών στους Αγίους Ανάργυρους



Zoom in (real dimensions: 500 x 679)
Ὁ Ἱερεύς Εὐλογητός ὁ Θεός... Ὁ ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ΄ (142).

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀλήθειά σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου. Καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος, καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου. Μή ἀποστρέψης τό πρόσωπόν σου ἀπ’ ἔμου, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα. Γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἡ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου. Ἐξελού μέ ἐκ τῶν ἔχθρων μου, Κύριε, πρός σέ κατέφυγον, δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου. Τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ. Ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.


Καί εὐθύς τό, Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι Κυρίουἐξ ἑκατέρων τῶν Χορῶν, ὡς ἕξης:Ἦχος δ΄.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τάς χαμαιζήλους ἠδονᾶς συμπατοῦντες, καί ἀναργύρων τους νοσοῦντας ἰώμενοι, Ἀνάργυροι πανεύφημοι καί θεῖοι ἰατροί, πρός Χριστοῦ ἐστέφθητε, οὐρανίοις στεφάνοις, ὅθεν ἰκετεύομεν, σκοτασμοῦ ἁμαρτίας, καί νοσημάτων ρύσασθε ἠμᾶς, τόν ἐπί πάντων Θεόν ἱκετεύοντες.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.

Τή Θεοτόκω μετά δέους ἐμφρόνως, πάντες προσδράμωμεν κραυγάζοντες πόθω, Ὑπεραγία Δέσποινα Πανύμνητε, ρύσαι τῷ ἐλέει σου, ἀδοκήτων κινδύνων, πάσης περιστάσεως καί κολάσεως τάχος, καί πάσης νόσων λύμης, Ἀγαθή, εὐλογημένη Μαρία Θεονυμφε.


Ψαλμός Ν΄ (50).

Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιον μούεεστι διά παντός. Σοί μόνω ἥμαρτον, καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμα σου τό ἅγιον μή ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην, ὁ Θεός, οὐκ ἐξουδενώοει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος. Ὠδή ἅ΄ .Ἦχος πλ. δ΄ .Ὑγρᾶν διοδεύσας.

Πολλοῖς συνεχόμενος ἀλγεινοῖς, πρός ὑμᾶς ἐνθέρμως, καταφεύγων ἐκδυσωπῶ, ταῖς πρός τόν Θεόν ὑμῶν πρεσβείαις, τούτων μέ τάχος, Ἀνάργυροι ρύσασθε.

Παθῶν καταφλέγει μου φλόξ δεινή, Ἀνάργυροι θεῖοι, τήν καρδίαν καί τήν ψυχήν, ταχέως οὔν ταύτην ἱκετεύω, ταῖς ὑμετέραις δεήσεσι σβέσατε.

Νοσῶν πλείστοις πάθεσι χαλεποῖς, πολλῶν ἐκ πταισμάτων, τῷ φαρμάκω τῶν δραστικῶν, ὑμῶν πρεσβειῶν πρός τόν Δεσπότην, ἐκλιπαρῶ ἰαθῆναι, Ἀνάργυροι.

Θεοτοκίον.
Συνέτισον τόν δοῦλόν σου, Μαριάμ, ἀνοιξόν μοί πύλας μετανοίας, καί ἐκ πυλῶν, τῆς θανατηφόρου ἁμαρτίας, τή μεσιτεία σου ρύσαι μέ, Δέσποινα.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος...

Προστασίαις ταῖς θείαις ὑμῶν, Ἀνάργυροι ρύσασθε, ἐμέ τόν ἐν ζάλη καί τρικυμίαις τοῦ βίου ἐγκυματούμενον, ὑμᾶς γάρ εὕρηκα, μετά Θεόν κυβερνήτας, πρός λιμένα ἄσυλον καί ἀχείμαστον.

Ἱκετεύω ἐν πόθω τήν τῆς ψυχῆς κάκωσιν, καί τάς σαρκικᾶς ἀσθενείας μου ἰατρεύσατε, ὑμεῖς γάρ πάνσεπτοι, τόν τῶν ψυχῶν καί σωμάτων, ἰατρόν τόν Πάνσοφον ἐμιμήσασθε.

Χαλεπαῖς ἀρρωστίαις καί τακτικοῖς πάθεσιν, ὄλω καθ’ ἑκάστην, Ἀνάργυροι, τηκομένω μοί, ταῖς πρός τόν Κύριον, ὑμῶν ἐνθέρμοις πρεσβείαις, φάρμακα δωρήσασθε ἀλεξίπονα.

Θεοτοκίον.
Ἐπί κλίνης ὀδύνης ὀδυνηρῶς κείμενος, σέ ἐπικαλοῦμαι Παρθένε, κλῖνον τό οὖς σου ἐμοί, σπεῦσον τοῦ σῶσαι μέ καί ἐξελέσθαι ἐν τάχει, πυρός ὑποσμύχοντος νῦν τήν καρδίαν μου.

Ὠδή δ΄. Εἰσακήκοα, Κύριε.

Τῶν παθῶν μου τόν καύσωνα, καί τόν τῆς ἀθλίας ψυχῆς μου τάραχον, ταῖς εὐχαῖς ὑμῶν, Ἀνάργυροι, σβέσατε ἐν τάχει καί κατευνάσατε.

Ἀπολαύοντες πάντοτε, τῶν ἐκ τῆς εἰκόνος ὑμῶν, Ἀνάργυροι, χαρισμάτων, ἀναμέλπομεν, τόν ὑμᾶς δοξάσαντα ὑπεράγαθον.

Ἐπί κλίνης μέ κείμενον, καί νόσον νοσοῦντα ψυχῆς καί σώματος, ὤ Ἀνάργυροι ἐγείρατε, ταῖς πρός τόν Σωτήρα ὑμῶν δεήσεσι.

Θεοτοκίον.
Ρῶσιν δίδου μοί, Παναγνέ, ἐπικαμπτομένη οἰκτραῖς δεήσεσι, πάσαν νόσον καί ἐπάχθειαν, ἐπιούσαν ἄφνω ἀναστέλλουσα.


Ὠδή ἐ΄. Φώτισον ἠμᾶς.

Ἔμπλησον ταχύ τήν ψυχήν μου θείας χάριτος, τῶν Ἀναργύρων ἡ σεπτή Δωδεκάς, τοῦ προσιόντος τή σκέπη καί τή εἰκόνι σου.

Λύτρωσαι μέ νῦν σαῖς πρός Κύριον ἐντεύξεσι, δεινῆς ἐκ νόσου καί πάσης θλίψεως, ὤ δωδεκάς Ἰατρῶν ἀξιάγαστε.

Ἰασαι ψυχῆς τά πολλά πάθη καί σώματος, ὤ δωδεκάς Ἰατρῶν παμμακάριστε, τῶν μετά πόθου προσκυνούντων τήν εἰκόνα σου.

Θεοτοκίον.
Ἅπαντα ἐχθρόν δυσμενῶν ἐπιτεθέμενος, ἠμίν τοῖς δούλοις σου, Πανάμωμε, θείω σου κράτει, συμπατούσα ἑξαφάνισον.


Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ...

Θανάτου καί συμφορῶν καί θλίψεων, ἀπαλλάξατε δεινῶν τέ παντοίων, ὤ Ἰατροί ἄμισθοι τῶν νοσούντων, ἐσαεί λυτρωτᾶς ἐπιγραφόμενοι, σωτῆρας τέ μετά Θεόν, εὐκλεέστατοι θεῖοι Ἀνάργυροι.

Ἐν κλίνη τῶν ἀνιάτων παθῶν μου, κατακείμενος, Ἀνάργυροι θεῖοι, ἐκλιπαρῶ τῆς θερμῆς ὑμῶν σκέπης, καί ἀντιλήψεως μή μέ στερήσητε, πρεσβεύοντες διηνεκῶς, ὅπως εὕρω ὑγείας ἀντίληψιν.

Θεοτοκίον.
Φιλεύσπλαγχνε τοῦ Θεοῦ λοχεύτρια, ὤ Παρθένε Θεοτόκε Μαρία, τή πρός Θεόν ἐκτενεῖ σου πρεσβεία, τῶν δυσχερῶν μέ ἁπάλλαξον κράζοντα, δοξάζω σέ μόνη Ἁγνή, Παναγία Θεονυμφε Δέσποινα.

Ἐπιβλεψον, ὤ δωδεκάς Ἀναργύρων ἁγία, ἐπί τήν ἐμήν ψυχῆς τέ καί σώματος κάκωσιν, καί ἴασιν δώρησαι μοί λιταίς σου.


Καί Θεοτοκίον. Ἄχραντε... 


Ὁ Ἱερεύς μνημονεύει. Εἴτα τό Κοντάκιον. Ἦχος β΄. Τά ἄνω ζητῶν.

Προστᾶται θερμοί καί φύλακες ἄγρυπνοι, τῶν πίστει ὑμᾶς ἀνυμνούντων ὑπάρχοντες, ἐκ ψυχῆς βοῶμεν ὑμίν, ἀκέστορες πάνσεπτοι σπεύσατε, καί ἐκ κινδύνων λυτρώσασθε ἠμᾶς, ὡς παρρησίαν πρός Κύριον ἔχοντες.

Καί εὐθύς τό Προκείμενον. Ἦχος δ΄.

Τοῖς Ἁγίοις τοῖς ἐν τή γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Στίχος. Ἀκούσατε ταῦτα πάντα τά ἔθνη.

Εὐαγγέλιον Ἐκ τοῦ κατά Ματθαῖον (Ι΄ 5-8).

Τῷ καιρῶ ἐκείνω, προσκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα Μαθητᾶς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατά πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καί θεραπεύειν πάσαν νόσον καί πάσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων, Εἰς ὁδόν ἐθνῶν μή ἀπέλθητε, καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσέλθητε, πορεύεσθε δέ μᾶλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ, κηρύσσετε, λέγοντες. Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεάν ἐλάβετε, δωρεάν δότε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ταῖς τῶν Ἀναργύρων, πρεσβείαις, Ἐλεῆμον, ἁπάλλαξον παθῶν μέ καί δώρησαι ὑγείαν.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις εὐπροσδέκτοις, ἐλέησον τόν κόσμον, Χριστέ ὡς εὐεργέτης.

Στίχος. Ἐλέησον μέ, ὁ Θεός...

Καί τό Τροπάριον. Ἦχος πλ. β΄

Μεταβολή θλίψεως πάσης, ἀπαλλαγή παντοίας νόσου ὑπάρχουσα, δωδεκάς ἡ ἁγία, Ἀναργύρων τῶν πανευκλεῶν, σῶζε πάντας ἐκ τῆς ὀλέθριας,
τοῦ ἐχθροῦ ὁρμῆς καί ἐπήρειας, θείαις σου πρός Κύριον ἐντεύξεσι.

Τό, Σῶσον ὁ Θεός τόν λαόν σου κ.τλ.

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τήν ὀξεῖάν μου νόσον, εἰς ὑγείαν, Ἅγιοι, μεταποιήσατε νῦν, ψυχήν ὁμού καί σῶμα, ἰώμενοι τελείως, τοῦ βοῶντος πρός Κύριον, ὁ τῶν πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.

Σωμάτων ἰατήρας, καί ψυχῶν σωτήρας ὑμᾶς ἐπιστάμενοι, δεόμεθα ἰάσθαι, καί σώζειν τούς βοώντας, πρός τόν πάντων Σωτήρα Χριστόν, ὁ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.

Θεοτοκίον.
Ἐκ χειμῶνος τό ἔαρ, καί ἐκ ζάλης γαλήνη, Ἁγνή προέρχεται, ἐκ ζόφου δέ πταισμάτων, τό φῶς τῆς ἀπαθείας, μετανοία εἰσέρχεται, οἱ ἐμπαθεῖς τοιγαροῦν θαρρῶμεν μεταγνῶντες.

Ὠδή ἡ΄. Τόν Βασιλέα...

Τούς βοηθείας τῆς παρ’ ὑμῶν δεομένους, μή παρίδητε Ἀνάργυροι θεῖοι, ἀλλ’ ἐκ νόσου πάσης λυτρώσασθε καί βλάβης.

Τῶν πειρασμῶν ὑμεῖς, προσβολᾶς τάς ποικίλας, ἐκδιώκετε, Ἀνάργυροι πάσας, ταῖς πρός τόν Δεσπότην θερμαῖς ὑμῶν πρεσβείαις.

Τῶν νοσημάτων σύ, ἰατρεῖα ἕτοιμη, ἡ τῶν θείων ἐδείχθης Ἀναργύρων, Δωδεκάς σοφή τέ καί ὄντως θαυμασία.

Θεοτοκίον.
Ἴνα τιμῶν ἀνυμνῶ μετά πόθου, τό παμπόθητον, Μαρία, ὄνομά σου, νόσων καί κινδύνων ἐκλύτρωσαι μέ τάχος.

Ὠδή θ΄. Κυρίως Θεοτοκίον.

Ροήν μου τῶν δακρύων, δέξασθε ἀσμένως, καί ταῖς λιταῖς ὑμῶν πάντα τόν βόρβορον, τῶν νοσημάτων μου πλύνατε, ὤ Ἀνάργυροι.

Χαρᾶς τῆς αἰωνίου, πάντες σύν Ἀγγέλοις ἐπαπολαύοντες, θεῖοι Ἀνάργυροι, χαρᾶς ἀλήκτου πληροῦτε καί τάς καρδίας ἠμῶν.

Λιμήν καί ἰατρεῖον πέλει τῶν νοσούντων, ἡ τῶν σοφῶν Ἰατρῶν σεβασμία εἰκών, ἡ προσιόντες ἐν πίστει νόσων λυτρούμεθα.

Θεοτοκίον.
Μαρία Θεοτόκε, τῶν πιστῶν χορείας, ἐξ ὁρατῶν ρυομένη καί ἀοράτων ἐχθρῶν, σῶζε ἐκ πάσης φθορᾶς κινδύνων καί θλίψεων.


Ἄξιον ἐστίν ὡς ἀληθῶς...

Καί τά παρόντα Μεγαλυνάρια.

Πάντων τῶν νοσούντων τούς Ἰατρούς, πηγᾶς ἰαμάτων, Ἀναργύρους τους εὐκλεεῖς, δεῦτε συνδραμόντες οἱ φιλέορτοι τούτους, χρεωστικῶς ἐν ὕμνοις δοξολογήσωμεν.

Ἀνάργυροι θεῖοι, θαυματουργοί, Ἰατροί νοσούντων, ἰατρεύσατε τούς θερμῶς, ἐπικαλουμένους ὑμᾶς, παθῶν ποικίλων, ταῖς ὑμῶν πρεσβείαις πρός τόν φιλάνθρωπον.

Μή παύσητε, Ἀνάργυροι Ἰατροί, ψυχῶν καί σωμάτων, ἰκετεύειν ὑπέρ ἠμῶν, τήν σεπτήν Τριάδα, ρυσθῆναι ἐκ κινδύνων, καί πάσης ἀσθενείας ἠμᾶς καί θλίψεως.

Ἰάσεων ἅπαντες τάς πηγᾶς, ὀχετούς ἀφθόνους δωρημάτων τῶν τοῦ Θεοῦ, φωτός τοῦ αὔλου τά πάμφωτα δοχεῖα, τούς θείους Ἀναργύρους ἀνευφημήσωμεν.

Καί τό Θεοτοκίον. Ἀπό τῶν πολλῶν μου ἁμαρτιῶν...
Τό Τρισάγιον καί τό Τροπάριον.Ἦχος πλ. δ΄.

Ἅγιοι Ἀνάργυροι καί θαυματουργοί, ἐπισκέψασθε τάς ἀσθενείας ἠμῶν, δωρεάν ἐλάβετε, δωρεάν δότε ἠμίν.

Ὁ Ἱερεύς ὡς ἔθος μνημονεύει.

Εἰς τήν ἀπόλυσιν ψάλλομεν τό παρόν Προσόμοιον,

Ἦχος β΄Ὄτε ἐκ τοῦ ξύλου Σέ νεκρόν.

Δεῦτε ὀρθοδόξων ἡ πληθύς, δεῦτε τῶν πιστῶν αἵ χορεῖαι κατασπασώμεθα, εἰκόνα τήν πάνσεπτον, τῶν Ἀναργύρων Χριστοῦ, Ἰατρῶν τῶν παθῶν ἠμῶν, πρός αὐτούς βοῶντες, ρύσασθε Ἀνάργυροι, ἐκ τῶν κινδύνων ἠμᾶς, νόσων καί παθῶν ἀνιάτων, ταῖς εὐχαῖς ὑμῶν πρός τόν Κτίστην, τούς ὑμᾶς τιμώντας, πανσεβάσμιοι.

Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασάμενη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν, εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ Ἀθληφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.



Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.