Τετάρτη, 4 Νοεμβρίου 2015

Ακολουθία ανάμνησης θαύματος Αγίου Σπυρίδωνος (12 Νοεμβρίου) .

ΝΟΕΜΒΡΙΟΣ ΙΒ΄!!
ΣΠΥΡΙΔΩΝ ΤΡΙΜΥΘΟΥΝΤΟΣ
ΑΝΑΜΝΗΣΙΣ ΘΑΥΜΑΤΟΣ
ὅτε διὰ πυρὸς καὶ ὀλέθρου μεγίστου τοὺς Παπιστὰς κωλύσαντος, τοῦ οἰκοδομῆσαι ἐν τῷ σεβασμίῳ αὐτοῦ Ναῷ Ἀλτάριον, ἤτοι θυσιαστήριον, ὡς ἠβουλήθησαν.



ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό·Κύριε ἐκέκραξαἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος, τοῦ ἐκ Θεοῦ πρὸς ἡμᾶς, γενομένου εἰς ἔνδειξιν, τῆς ἁγίας πίστεως, τοῖς ἀνόμοις τρανώτατα· ὡς γὰρ Ἠλίας πυρὶ παρέδωκε, Σπυρίδων τούτους, πιστῶν ὁ πρόμαχος· ὢ οἷον δέδρακεν, ὡς λαμπρῶς κατέστρεψε τῶν παπιστῶν, ἅπασαν ἐπίνοιαν, καὶ μέγα φρύαγμα.

Ὢ τῆς ἀδεκάστου κρίσεως, τοῦ οὐρανοῦ μεταξύ, τῆς Ἑώας καὶ Δύσεως, εἰς ᾀεὶ ἐν δόγμασι, μαχομένων τὸ πρότερον, ὁ γὰρ Σπυρίδων, θεόθεν ἔκρινε, Λατίνων γένη, εἶναι ἀπόβλητα· ὢ θείας κρίσεως, ὠς καλῶς διέστειλε τῶν ἱερῶν, τὸ παρανομώτατον, θυσιαστήριον.

Χαίροις, Ἐκκλησίας πάνσεμνε, ἡ ἐκλεκτὴ τοῦ Χριστοῦ, νύμφη ὄντως καὶ ἄμωμος, καὶ ἡμῶν τῶν δούλων σου, θεία μήτηρ καὶ καύχημα· ὡς Μωαβίτας πόῤῥω γὰρ ὤθησε, τῶν περιβόλων, τῆς εὐπρεπείας σου, τοὺς ἐκ τῆς Δύσεως, ὁ Σπυρίδων ἄριστα καταβαλών, οἷα μελετήσαντας, καινὰ καὶ ἄθεμα.

Ἕτερα. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ὢ τῶν σοφῶν τοῦ Κυρίου κριμάτων ἄνθρωποι· ὅτι Λατίνων λώβην, ἐξ ἡμῶν ἀποκρίνων, ἤλασε βαρβάρων ῥάβδῳ τὸ πρίν, τὸν δὲ θεῖον Σπυρίδωνα, ὥσπερ φλογίνην ῥομφαίαν κατὰ δυσμάς, πρὸς τὰ θράση αὐτῶν ἔταξε.

Τῶν Κερκυραίων ἡ πόλις σκίρτα καὶ χόρευε· ἐν σοὶ γὰρ ὁ Σπυρίδων, τοῦ Θεοῦ ὁ βραχίων, δέδωκε τὸ κράτος τῇ τοῦ Χριστοῦ, Ἐκκλησίᾳ ἀείμνηστον, τοὺς παπιστὰς ὡς ἀθέους καὶ βδελυκτούς, τῷ πυρὶ καταστρεψάμενος.

Χαίροις Γραικῶν Ἐκκλησία ἡ ἑπομένη ᾀεί, τοῖς τῶν πατέρων ὅροις, ὡς λαμπρῶς μαρτυρεῖ σοι, Σπυρίδων οὐρανόθεν μένων ἐν σοί, καὶ τῶν σῶν προϊστάμενος· ὃν σὺν τῷ Μάρκῳ Ἐφέσου χαρμονικῶς, περικρότει ὡς ὑψοῦντάς σε.

Δόξα.
Ἦχος α΄. Θεαρχίῳ νεύματι, ἄνωθεν Σπυρίδων ὁ θεοφόρητος, ὑπὸ πιστῶν θλιβομένων καλούμενος·
Ἦχος πλ. α΄· τὸν μὲν ἡγεμόνα Πανέστιον, σὺν τῷ λήρῳ θεολόγῳ, ἐπιστὰς ἀθρόον κατέχωσεν·
Ἦχος β΄· οἱ δὲ ὑπόλοιποι τῶν Ἐνετῶν πρωΐας, παρὰ τοῦ φύλακος τὰ πάντα κατακούσαντες·
Ἦχος πλ. β΄· τὸ φρικτὸν ὄντως καὶ ἐξαίσιον θαῦμα ὡς ἔμαθον, τῷ δέει κρατούμενοι εἰς τὰ οἰκεῖα συνεστάλησαν, καὶ μετ’ αἰσχύνης ἐβόων τοῖς ὁμοφύλοις καὶ ὑπηρέταις· ἰδοὺ δὴ ὦ φίλοι φράτρες τὸ πρᾶγμα πῶς ἀντέστραπται·
Ἦχος γ΄· ἄρατε λοιπὸν ἐκεῖθεν μετὰ τῶν λίθων καὶ τὴν ἄσβεστον, ἵνα μή τι χεῖρον ἡμῖν ξυμβαίη·
Ἦχος βαρύς· διὰ ταῦτα γὰρ καὶ ἡ τῶν ἀδελφῶν ἡμῶν πανωλεθρίαν γέγονεν· ἢ ἀντιλέγειν οὐκ ἰσχύομεν, καὶ ταύτην λόγοις βεβήλοις διαστρέφειν ἀδύνατον·
Ἦχος δ΄· τοῦτο γὰρ τὸ θαῦμα ὑπερέχει πᾶσαν ἔννοιαν·
Ἦχος πλ. δ΄· ἀλλ’ ὦ πανθαύμαστε ἱεράρχα, ὡς τῆς Καθολικῆς Ἐκκλησίας, καὶ πάλαι καὶ νῦν σὲ προστάτην εἰδότες καὶ πρόμαχον, εὐργέτην θεῖον ἐπιγραφόμεθα, καὶ τὴν σὴν προστασίαν ᾀεὶ ἐξαιτούμεθα ·
Ἦχος α΄· εἰς τοὺς αἰῶνας ἀξιοπρεῶς σὲ γεραίροντες.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. δ΄.
Μετὰ τὸ τεχθῆναί Σε, θεόνυμφε Δέσποινα, παρεγένου ἐν ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων ὡς ἡγιασμένη· τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς Σὲ τὴν πανάμωμον, τροφὴν κομίζων Σοι· τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν Σοὶ σκηνῶσαν· δι’ ὃ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῶζε τὸ γένος ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Ἀριθμῶν τὸ Ἀνάγνωσμα (κεφ. 16, 25-35)
Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· λάλησον τῇ συναγωγῇ λέγων· ἀναχωρήσατε κύκλῳ ἀπὸ τῆς συναγωγῆς Κορέ. καὶ ἀνέστη Μωυσῆς καὶ ἐπορεύθη πρὸς Δαθὰν καὶ Ἀβειρών, καὶ συνεπορεύθησαν μετ᾿ αὐτοῦ πάντες οἱ πρεσβύτεροι Ἰσραήλ. καὶ ἐλάλησε πρὸς τὴν συναγωγὴν λέγων· ἀποσχίσθητε ἀπὸ τῶν σκηνῶν τῶν ἀνθρώπων τῶν σκληρῶν τούτων, καὶ μὴ ἅπτεσθε ἀπὸ πάντων, ὧν ἐστιν αὐτοῖς, μὴ συναπόλησθε ἐν πάσῃ τῇ ἁμαρτίᾳ αὐτῶν. καὶ ἀπέστησαν ἀπὸ τῆς σκηνῆς Κορὲ κύκλῳ· καὶ Δαθὰν καὶ Ἀβειρὼν ἐξῆλθον καὶ εἱστήκεισαν παρὰ τὰς θύρας τῶν σκηνῶν αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἡ ἀποσκευὴ αὐτῶν. καὶ εἶπε Μωυσῆς· ἐν τούτῳ γνώσεσθε ὅτι Κύριος ἀπέστειλέ με ποιῆσαι πάντα τὰ ἔργα ταῦτα, ὅτι οὐκ ἀπ᾿ ἐμαυτοῦ· εἰ κατὰ θάνατον πάντων ἀνθρώπων ἀποθανοῦνται οὗτοι, εἰ καὶ κατ᾿ ἐπίσκεψιν πάντων ἀνθρώπων ἐπισκοπὴ ἔσται αὐτῶν, οὐχὶ Κύριος ἀπέσταλκέ με· ἀλλ᾿ ἢ ἐν φάσματι δείξει Κύριος, καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς καταπίεται αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ τὰς σκηνὰς αὐτῶν καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς, καὶ καταβήσονται ζῶντες εἰς ᾅδου, καὶ γνώσεσθε, ὅτι παρώξυναν οἱ ἄνθρωποι οὗτοι τὸν Κύριον. ὡς δὲ ἐπαύσατο λαλῶν πάντας τοὺς λόγους τούτους, ἐρράγη ἡ γῆ ὑποκάτω αὐτῶν, καὶ ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν αὐτοὺς καὶ τοὺς οἴκους αὐτῶν καὶ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας μετὰ Κορὲ καὶ τὰ κτήνη αὐτῶν. καὶ κατέβησαν αὐτοὶ καὶ ὅσα ἐστὶν αὐτῶν ζῶντα εἰς ᾅδου, καὶ ἐκάλυψεν αὐτοὺς ἡ γῆ, καὶ ἀπώλοντο ἐκ μέσου τῆς συναγωγῆς. καὶ πᾶς Ἰσραὴλ οἱ κύκλῳ αὐτῶν ἔφυγον ἀπὸ τῆς φωνῆς αὐτῶν, ὅτι λέγοντες· μή ποτε καταπίῃ ἡμᾶς ἡ γῆ. καὶ πῦρ ἐξῆλθε παρὰ Κυρίου καὶ κατέφαγε τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας τοὺς προσφέροντας τὸ θυμίαμα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (κεφ. 66, 10-17)
Εὐφράνθητι, Ἱερουσαλήμ, καὶ πανηγυρίσατε ἐν αὐτῇ, πάντες οἱ ἀγαπῶντες αὐτήν, χάρητε ἅμα αὐτῇ χαρᾷ, πάντες ὅσοι πενθεῖτε ἐπ᾿ αὐτῇ, ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς. ὅτι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν· τὰ παιδία αὐτῶν ἐπ᾿ ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονται. ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτως κἀγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἱερουσαλὴμ παρακληθήσεσθε. καὶ ὄψεσθε, καὶ χαρήσεται ἡ καρδία ὑμῶν, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ· καὶ γνωσθήσεται ἡ χεὶρ Κυρίου τοῖς φοβουμένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν. -Ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν αὐτοῦ καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός. ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ καὶ ἐν τῇ ρομφαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου. οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν μῦν ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπε Κύριος,

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (κεφ. 59, 14-21)
Τάδε λέγει Κύριος· κατηναλώθη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια, καὶ δι᾿ εὐθείας οὐκ ἐδύναντο διελθεῖν. καὶ ἡ ἀλήθεια ᾖρται, καὶ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι· καὶ εἶδε Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις. καὶ εἶδε καὶ οὐκ ἦν ἀνήρ, καὶ κατενόησε καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος, καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο. καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις. καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου καὶ οἱ ἀπ᾿ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ Κυρίου, ἥξει μετὰ θυμοῦ. καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ρυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ ᾿Ιακώβ. καὶ αὕτη αὐτοῖς ἡ παρ᾿ ἐμοῦ διαθήκη, εἶπε Κύριος· τὸ πνεῦμα τὸ ἐμόν, ὅ ἐστιν ἐπὶ σοί, καὶ τὰ ρήματα, ἃ ἔδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου· εἶπε γὰρ Κύριος, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.

Λιτή. Ἦχος α΄.
Σταλάξατε τὰ ὄρη γλυκασμόν, καὶ οἱ βουνοὶ ἀγαλλίασιν· τοὺς γὰρ ἐπὶ πλείστοις ἔτεσι τὴν καθ’ ἡμᾶς ἁγίαν Ἐκκλησίαν, ἀσχέτῳ θράσει διαβάλλοντας, ἐπὶ τῇ ἔξωθεν αὐτῆς ταπεινώσει, καὶ δίκας ἀπειθείας καὶ σχίσματος τιννύειν αὐτὴν λέγοντας· σήμερον ὡς ἀληθῶς ἡ τοῦ Θεοῦ δίκη μετῆλθε, διὰ Σπυρίδωνος τοῦ θεόφρονος· τὴν γὰρ παρατροπὴν τῆς ὑπ’ αὐτοῦ παραδοθείσης πίστεως, μηδαμῶς ἀνεχόμενος, καὶ τὴν Ἰουδαϊκὴν ἀζυμοθυσίαν βδελυττόμενος, ὡς Ἀμμανίτας καὶ Μωαβίτας, πόῤῥω τοῦ θείου ἀπήλασε Ναοῦ, ἐν αὐτῷ θυσιαστήριον πῆξαι βέβηλον σπεύδοντας· καὶ τοὺς μὲν ὡς πυρὸς ἀξίους τοῦ αἰωνίου, διὰ πυρὸς κατεστρέψατο καὶ κατέχωσε· τὴν δὲ ὡς νύμφην ἑαυτοῦ ἐκλεκτὴν καὶ πανάμωμον, στολὴν δόξης, περιέβαλε καὶ ἀνύψωσε · δι’ ὃ σήμερον ἀγαλλομένη, πρὸς Αὐτὸν βοᾷ λέγουσα· ὡς ἐμεγαλύνθη τὰ ἔργα Σου Κύριε, δόξα Σοι.

Ὁ αὐτός.
Ἀγάλλεται σήμερον ἡ Κέρκυρα, ὡς ὁ πάλαι Ἰσραὴλ ἰδοῦσα τὴν χεῖρα τοῦ Θεοῦ τὴν ὑψηλήν· ὡς γὰρ ἐκεῖνος τοὺς διώκοντας Αἰγυπτίους, ὑποβρυχίους ἑώρακεν, οὕτω καὶ νῦν αὕτη, τοὺς κατὰ Θεοῦ βουλευσαμένους Λατίνους, ὑποχθονίους γενομένους τεθέαται, τοῦ Σπυρίδωνος κατὰ μέσην νύχτα, τὴν ἀκρόπολιν αὐτοῖς διὰ πυρὸς ἐπισείσαντος, καὶ εἴληφεν, ὡς ἀληθῶς ἐν αὐτῇ πέρας ἡ ἁγιόφθογγος ῥῆσις τοῦ Δαβίδ· τὸ γὰρ ἑσπέρας μὲν κλαυθμὸς ηὐλίσθη καὶ δάκρυα, πρὸς Θεὸν καὶ τὸν Αὐτοῦ θεράποντα, τὸν θερμὸν τῆς πίστεως προστάτην καὶ πρόμαχον· εἰς δὲ τὸ πρωΐ ἐπέλαμψεν ἀγαλλίασις · δι’ ὃ καὶ ᾠδαῖς πνευματικαῖς ἀποδιδοῦσα τὰ χαριστήρια, δοξάζει εἰς αἰῶνας τὸν Σωτῆρα Χριστόν, καὶ Σπυρίδωνα τὸν Αὐτοῦ βραχίονα.

Ἦχος β΄.
Ἡ χάρις ἐπέλαμψε τῆς ἀληθείας· τὰ θεσπιζόμενα πάλαι λογικῶς, νῦν πραγματικῶς ἐκυρώθησαν· τοὺς γὰρ ἀθετοῦντας, τοὺς τῶν Συνόδους ὅρων, Σπυρίδων ὁ τούτων σύμψηφος καὶ ἔκδικος, ἐνδίκως τῷ πυρὶ παρέδωκεν· ἐνδυσάσθωσαν αἰσχύνην οἱ τούτοις μὴ πειθόμενοι· ἡμῖν γὰρ δόξα τὰ τῶν Συνόδων κρατεῖν, οὐκ ἐκ τοῦ Υἱοῦ, ἀλλ’ ἐκ τοῦ Πατρὸς θεολογούντων τὸ Πνεῦμα, ὡς Αὐτὸς ἐδίδαξεν ὁ Κύριος· πρὸς Ὃν βοήσωμεν λέγοντες· φιλάνθρωπε Κύριε, ἀξίωσον ἡμᾶς μέχρι τέλους τηρεῖν τὴν ἄχραντόν Σου θεολογίαν, καὶ μετὰ ταύτης παραστῆναι ἐνώπιόν Σου, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Ἦχος γ΄.
Τὴν ἱερατικὴν στολὴν ἀμπεχόμενος, φλόγα προσῆγες τοῖς ὑβρισταῖς, διεκδικῶν τὴν εὐσέβειαν, θρασυνομένοις τῷ κράτει τῆς ἀσεβείας, ὑβρίζειν τὸν Νάον ἅγιον σου· τοιαῦτα γάρ που τὰ ἄζυμα, καὶ μάρτυρα τέμενος ἀπαράγραπτον, τὸν στέφανον ἐδωρήσω τῆς νίκης, ἡμῖν τοῖς σὲ τιμῶσι, Σπυρίδων παναοίδιμε.

Ἦχος πλ. β΄.
Μέγας εἶ Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα Σου, καὶ τῆς συνέσεώς Σου ἀληθῶς οὐκ ἔστιν ἀριθμός· ἵνα γὰρ θεομηνίας, ἀλλ’ οὐ φύσεως ἀποτέλσμα κριθῇ, ἡ τῶν παρανομωτάτων παπιστῶν καταστροφή, τὸν μέν φύλακα ὀφθαλμοῖς ἠξίωσας ἰδεῖν τὸν ἅγιόν σου, τὸ πῦρ μετὰ χεῖρας φέροντα, καὶ ζῶντα διετήρησας μεταθέμενος, ὡς εἶναι τοῦτον μάρτυρα ἀπαράγραπτον, ὧν ἑώρασκεν, ὧν τε ἤκουσε, καὶ ὧν πέπονθε· τὴν δὲ ἐν τῷ Ναῷ τοῦ ἡγεμόνος φωταγωγόν, ἐξ ἰσχυρᾶς ἁλύσεως αἰωρημένην εἰς γῆν εὐδόκησας πεσεῖν, καὶ ἅμα τὴν ἐν ταῖς Ἐνετίαις αὐυτοῦ εἰκόνα, κεραυνόβλητον γενέσθαι πεποίηκας· ἅπαντα γὰρ ταῦτα, τῆς σῆς ὀργῆς ἔργον ὑπάρξαι, τὴν πανωλεθρίαν διεβεβαιώσαντο· δι’ ὅπερ ἡμεῖς οἱ ἀνάξιοι, οἱ τηλικαύτης εὐεργεσίας ἀπολαύσαντες, εὐχαριστοῦντές σοι κραυγάζομεν· ἀπειροδύναμε, καὶ ἀπειρόσοφε Κύριε δόξα Σοι.

Δόξα. Ἦχος β΄.
Ἱεραρχῶν τὸ θεῖον κειμήλιον, Πάτερ Ὅσιε Σπυρίδων σοφέ, σὺ ἐν ἀρεταῖς ἀναδέδειξαι· ὅθεν τῆς Ἐκκλησίας προστάτης γενόμενος, αἱρεσιώτας ἐξώθησας, καὶ τοῦ δυνάστου τὸ φρύαγμα, διὰ πυρὸς εἰς γῆν κατηδάφισας· δι’ ὃ θαυματουργῶν ἐν ἔργῳ καὶ λόγῳ, τὸν Σωτῆρα ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις, ἡ δεξιὰ τοῦ Θεοῦ, ἡ ὑψηλὴ καὶ θαυμαστὴ καὶ ἐξαίσιος, Σπυρίδων ὁ τῶν Λατίνων, τὴν ἐπηρμένην ὀφρύν, καὶ τὴν ὕβριν πᾶσαν τὴν τολμήσασαν, εἰς Ναόν σου μυστήρια, ἐκτελεῖν τὰ παράνομα, καταχαώσας, καὶ τὸν πᾶσαν ἀντίθεον, καὶ παράφρονα, ἀποδείξας τοῖς πράγμασι, Μάρκου δὲ τὰ παλαίσματα, κυρώσας τρανώτατα, λῆρον ἡγεῖσθαι δὲ ὄντως τῆς Φλωρεντίας τὸν σύλλογον, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.

Στ.: Κύριος τῶν δυνάμεω μεθ’ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.
Χαίροις, ὁ καὶ πραΰς ἐν καιρῷ, καὶ μαχητὴς κατὰ Μωσῆν ἐνδικώτατος, τῶν θείων τῆς Ἐκκλησίας, ἀθετουμένων θεσμῶν, τοὺς γὰρ ὅρους πάντας τοὺς ἀβίαστον, διαμένειν τὸ σύμβολον, ἐκφωνοῦντας σαφέστατα, ἀδικουμένους, τοῖς σπαράκταις τῆς Δύσεως, ἐξεδίκησας, καταστρέψας τοὺς ἄφρονας· ὅθεν νῦν ἐπαγάλλονται, Πατέρων τὰ τάγματα, καὶ τῶν Συνόδων τὰ πλήθη, τῶν ἱερῶν πόῤῥω βλέποντες, ὡς δὴ ἀνιέρους, ὑπὸ σοῦ ἀπελαθέντας, Σπυρίδων ἔνδοξε.

Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τῇ οἰκουμένῃ.
Δεῦτε, οἱ χριστοφόροι λαοί, τῆς παγκοσμίου Ἐκκλησίας οἱ τρόφιμοι, τὴν νίκην τὴν δεδομένην, παρὰ Θεοῦ πρὸς ἡμᾶς, ἐπιγνόντες πόθῳ ἑορτάσωμεν, λαμπρῶς καὶ κροτήσωμεν, τὸ τοῦ Πνεύματος ὄργανον, καὶ τῆς Ἑώας, τὸ περίδοξον καύχημα, καὶ δεφένσορα, τὸν ἐκ Κύπρου Σπυρίδωνα, πάντας τοὺς ἑτερόφρονας, διδάξαντα πράγματι, μίαν εἰδέναι ἁγίαν, ὡς ἀληθῶς καὶ Ὀρθόδοξον, Χριστοῦ Ἐκκλησίαν, τὴν κατέχουσαν τὴν πίστιν ἀκαινοτόμητον.

Δόξα. Ἦχος δ΄.
Ὅσιε Πάτερ ἱεράρχα ἀοίδιμε, ἀποστολικῆς διδασκαλίας γενόμενος ἔμπλεως, καὶ τοῦ θείου Πνεύματος καταγώγιον, δι’ ἐναρέτου πολιτείας ἀναδειχθείς, τῆς Ἐκκλησίας τοὺς λύκους, διὰ δογμάτων ἀπήλασας, καὶ τὴν Ὀρθοδόξον σαφῶς τρανώσας πίστιν, στύλος ἀναδείκνυσαι, εὐσεβείας πρόμαχος· δι’ ὃ καὶ νῦν θαυματουργῶν ἐν τῇ Κερκύρᾳ, πόῤῥω τοὺς παπιστὰς ἐδίωξας, ὡς βδελυροὺς καὶ κακόφρονας, ἀλλ’ ὦ Πατέρων ἀξιάγαστε, καὶ τῶν Συνόδων ἔκδικε, τὸν Σωτῆρα ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Δεῦτε πάντες οἱ λαοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν Ναῷ προσενεχθεῖσαν· τὴν πρὸ αἰώνων προορισθεῖσαν Θεοτόκον· Κύριε, πρεσβείαις Αὐτῆς, τὴν εἰρήνην Σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

Νῦν ἀπολύεις. Τρισάγιον.

ἈπολυτίκιονΉχος α'.
Τῆς Συνόδου τῆς πρώτης ὥσπερ πάλαι ὑπέρμαχος, οὕτω νῦν ὑψῶν ἀνεφάνης, τὴν Ἐκκλησίαν Χριστοῦ· καὶ γὰρ μακρὰν τοῦ ναοῦ σου ἐξωθείς, καὶ ἄρδην ἐν πυρὶ κατέστρεψας, καὶ εἰς τὸ ἄσβεστον ἀπέπεμψας σαφῶς, Λατίνων γνούς, ὡς στρεβλοῦντας τὴν θεολογίαν σου· δόξα τῷ σὲ βραβεύσαντι ἡμῖν, δόξα τῷ σὲ δοξάσαντι, δόξα τῷ διὰ σοῦ ὑψώσαντι ἡμᾶς Σπυρίδων ἀξιάγαστε.
Δόξα. Ἔτερον. Ὅμοιον.
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργῶν λόγῳ μόνῳ ποταμοὺς ἀνεχαίτισας, Σπυρίδων μακάριε σοφέ· διὸ νεκρὰ σοὶ ἐν τάφῳ προσφωνεῖ, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι Ἱερώτατε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Δεῦτε ἴδωμεν φρικτά, ἐν τῇ Κερκύρᾳ τῇ λαμπρᾷ, ἐθαυμαστώθη γὰρ ἐκεῖ, πίστις ἡ θεία ἐκ Θεοῦ, καταχωσθέντων τῶν βιαστῶν τῆς Ἐκκλησίας, ἔκρινεν ἡ δίκην τοὺς ὑβριστὰς τοῦ Θεοῦ, ἐκβέβληται ὁ Πάπας ὡς ὄντως βλάσφημος· τοῦτο γὰρ Σπυρίδων ἔδειξεν, ὡς βέβηλον τὴν θυσίαν μὴ στέρξας, τὴν τῶν ἀζύμων, καὶ τὴν προσθήκην, οἷα λοιμὸν τῆς Ἐκκλησίας.
Δόξα.
Ἀναντίῤῥητός ἐστιν, αὕτη ἀπόδειξις Θεοῦ, καὶ ἐπίγνωτε λοιπόν, ὅτι πλανᾶσθε Παπισταί, καὶ τὴν κακίστην ἀπώσασθε νῦν πεισμοσύνην, πᾶσι γὰρ σαφές, ἤδη γέγονεν, εἶναι παρ’ ἡμῖν τὴν ἀλήθειαν, καὶ μαρτυρεῖ τὰ πράγματα βοῶντα σάλπιγγος δίκην καὶ λέγοντα· Σπυρίδων πάντας, ἀποδιώκει τοὺς Λατίνους, ὡς βδέλυγμα.
Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Μάτην ἀνίερε, φράτορ βεβούλησαι, τελεῖν τὴν βέβηλον, λατινομίνσαν σου, ὁ ἐναγὴς ἐν τῷ πλευρῷ Σπυρίδωνος τοῦ ἁγίου· ἄζυμα οὐ δέχεται ὁ Σπυρίδων ἄψυχα, ὥσπερ οὐδὲ σύμβολον ἐν προσθήκῃ ψαλλόμενον· δι’ ὃ καὶ ἐεν βορβόρῳ ῥιπτεῖσε βόρβορον ὄντως ὄντα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Στεναγμοὺς τοῦ λαοῦ σου μὴ παριδών, καὶ Λατίνων τὸ θράσος μὴ ἐνεγκων, ὀλέθρῳ παρέδωκας, τοῦ Θεοῦ τοὺς ἀλάστορας, ὡς Κορὲ σὺν τῷ γένει, καὶ ᾅδην οἱ δείλαιοι, καὶ τὸ πῦρ τῆς Γεέννης, ἀθρόον ἠλλάξαντο, οὐ μὲν οὖν καὶ ζῶντες, τῷ γὰρ ὕπνῳ οὐκ ἔζων· καὶ νῦν οἱ περίλοιποι, μετ’ αἰσχύνης αἰσθάνονται, εἰς κενὸν αὐθαδίσαντες, ἔχοντες οὐδὲν ἀντειπεῖν, ἀλλὰ καὶ μένουσιν οὕτως ἀσύνετοι, οἱ τὴν σύμπασαν Ἐκκλησίαν ταράξαντες.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Κύριος τῶν δυνάμεω μεθ’ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.
Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τῇ οἰκουμένῃ.
Εὐαγγέλιον, κατὰ Ἰωάννην: Εἶπεν ὁ Κύριος· ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας...
Ὁ Ν’ ψαλμός.
Δόξα: Τὰ σύμπαντα χαρᾶς πληροῦται, λαμπρῶς φανείσης τῆς ἀληθείας.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός....
Ἑώας ἀγλάϊσμα Σπυρίδων σοφέ, καὶ άκροθίνιον, τῇ τῶν θαυμάτων σου αἴγλη, τῆς οἰκουμένης φωτίζων τὰ πέρατα, καὶ τῆς λώβης τῶν Λατίνων ἀναιρέτης φανείς, τὸν Σωτῆρα ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου. ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.
Ὑμνοῦμεν τὴν θεϊκήν Σου Δέσποτα δεόντως πρόνοιαν, τὸν εὐσεβῆν λαόν σου· καὶ γὰρ Σύ, ἐξ ἐχθρῶν ἐξεδίκισας, διὰ πυρὸς ὡς ἄφρονας τοὺς παπιστὰς καταστρεψάμενος.
Ἐπῆλθεν εἰς νοῦν ποτε τοῦ φράτορος, προσφέρειν ἄζυμα οὐκ εὐσεβῶς, ἐγεῖραί τε βωμόν, ἐν Ναῷ τοῦ Σπυρίδωνος, ἀλλὰ κακῶς ὁ ἄνομος, ὥσπερ ὁ Δαθὰν κατακέκριται.
Καὶ θᾶττον ὁ ἡγεμὼν ἐπένευσε, καὶ ἅμα προὔτεινε, τῷ ἱερεῖ ὃ βούλεται εἰπών, καὶ μὴ ἄλλως ἐνδέχεσθαι· ἀλλὰ νυχτὸς ὡς ὕπνωσε, κάτω ἐν τῷ ἅδῃ ἀφύπνωσεν.
Θεοτοκίον.
Ἀσπόρως τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι’ ἡμᾶς ἐκ Σοῦ ἀπάτορα.

Ὁ β’ Κανών. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
ᾨδὴν ἐπινίκιον ἄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ κρίναντι, ὅτι γραικοὶ ὀρθῶς πιστεύουσι.
Λαμπρῶς ἑορτάσωμεν, σήμερον πάντες, Θεοῦ τὰ θαυμάσια καὶ λαμπρὰ τρόπαια· κατέστρεψε γὰρ ἐχθρούς, καὶ ἔῤῥαξε τοὺς παπιστάς, εἰς γῆν ὡς ἄφρονας.
Ἡμέραν εὐφρόσυνον, Κέρκυρα ἄγει, τοὺς πρώην ὑβρίζοντας, εἰς γῆν βλέψασα· ἀνέστη καὶ γὰρ Θεός, καὶ ἔκρινεν ἐξ οὐρανοῦ, φρικτοῖς ἐν θαύμασι.
Θεοτοκίον.
Τὸ ὄρος τὸ ἅγιον, ὅπερ προεῖδεν Προφήτης ἐν πνεύματι, ἐξ οὗ λίθος τέτμηται, τοὺς τῶν εἰδώλων βωμούς, συντρίψας σθένει θεϊκῷ, Σὺ εἶ Παρθένε ἁγνή.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.
Ἐδόξασας ἀληθῶς, τὴν Ἐκκλησίαν Σου Χριστὲ σήμερον, δείξας αὐτὴν ἄμωμον, τοὺς παπιστικοὺς ἀπωσάμενος.
Ἀνέδειξας ἀγαθέ, ὀρθοδοξοῦντας τοὺς γραικοὺς σήμερον, τοὺς δυτικοὺς δ’ ἔμπαλιν, σκεύη τῶν αἱρέσεων κάκιστα.
Σπυρίδωνα τὸν σεπτόν, ἀνευφημοῦμεν οἱ πιστοὶ σήμερον· καὶ γὰρ αὐτὸς ἔσβεσε, τῶν αἱρετικῶν τὰ φρυάγματα.
Θεοτοκίον.
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν Σοι τὸ χαῖρε κραυγάζομεν.

Ἕτερος. Στερεωθήτω ἡ καρδία μου.
Ὁ στρατιώτης θεασάμενος, ἐν χειρὶ τὸ πῦρ σε κατέχοντα, νόμῳ καὶ τάξει ἐρωτᾷ, κοινὰ βλέπειν οἰόμενος· τοῦ δὲ πάθους τελεσθέντος, κήρυξ ὤφθη τοῦ θαύματος.
Σύνετε νῦν οἱ λατινόφρονες, ἀληθῶς οἱ ὄντες μιξόθηρες· ὅτι ἀπώλειαν γεννᾷ, ἡ τοῦ Πάπα προσκύνησις· καὶ γραικοὶ ὄντες τῇ φύσει, πρὸς γραικοὺς ἐπιστράφητε.
Ἀλλὰ καὶ πάντες οἱ κακόδοξοι, τ’ ἀληθὲς ἐντεῦθεν διδάχθητε· οὓς γὰρ Σπυρίδων ἐκδικεῖ, κατὰ πάντων ἀπόδειξις· οὐρανοῦ γὰρ αὕτη κρίσις, ἀψευδὴς καὶ ἀδέκαστος.
Θεοτοκίον.
Τῆς στειρευούσης διανοίας μου, ἀκαρπίαν πᾶσαν ἀπέλασον, καὶ καρποφόρον ἀρετῶν, τὴν ψυχήν μου ἀνάδειξον, Παναγία Θεοτόκε, τῶν πιστῶν ἡ βοήθεια.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Ἐκ ποιμνίου προβάτων ἐπιστατεῖν, τὴν Χριστοῦ Ἐκκλησίαν προχειρισθείς, ποιμὴν σὺ παγκόσμιος, ἀνεδείχθης τοῖς πράγμασι, κακοδοξίας λύκους, ἐλάσας τοῖς θαύμασιν, ἐν εὐσεβείας πόᾳ αὐτὴν ἐκτρεφόμενος· καὶ νῦν ἐν Κερκύρᾳ, τῶν φρατόρων τὰ στίφη, ἀθέους ἀνέδειξας, παραπέμψας εἰς ὄλεθρον, ἱεράρχα πανεύφημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς σὲ τιμῶσιν ἐν πίστει, Σπυρίδων πανθαύμαστε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ τοῦτο πάντες πρὸς σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κολάσεως τῆς ἐκεῖσε δεόμεθα, ἵνα πίστει βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ δοθῆναι πᾶσι Κόρη ἄφεσιν, τοῖς πιστῶς προσιοῦσι τῇ σκέπῃ σου.

ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα.
Οὐ βδελύγματα ἀζύμων ἡ Ἐκκλησία, τῷ ἑαυτῆς Νυμφίῳ, εἰς θυσίαν προσάγει· ὅθεν ἀπελαύνονται, οἱ ἐβιωνίζοντες δόξαν τῷ Κυρίῳ μὴ φέροντες.
Δεισιδαίμονος ἐκ πλάνης σὺν Ὀρθοδόξοις, ὡς πάλαι Σαμαρεῖται μετὰ τῶν Ἰουδαίων, εἶναι Θεοῦ λατρευταί, ἐθέλουσι φράτορες, ὅμως μετ’ αἰσχύνης διώκονται.
Τὸν Ποντίφικα, ὃν τρέμουσι πᾶσαι γλῶσσαι, ὁ ταπεινὸς Σπυρίδων, εἰς τὴν γῆν καταράσσει, καὶ παίγνιον δίδωσι, τοῖς πίστει κραυγάζουσι· δόξα τῇ δυνάμει Σου Κύριε.
Θεοτοκίον.
Ἀπειρογάμως ἐκύησας, ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ Σοι Δέσποινα, πίστει ἀδικάστῳ κραυγάζομεν.

Ἕτερος. Ἐν πνεύματι προβλέπων.
Σπυρίδων ὁ θεόφρον, οὐ μέλλει οὐδ’ ἀργεῖ, ἐν πυρὶ ἐφίσταται ἐνδίκως μετ’ ὀργῆς, τοῦ στρατιώτου τὰ πάντα θεασαμένου, καὶ μεθ’ ἡμέραν μεγάλως βοῶντος πᾶσι, ὄντως ὁ Σπυρίδων εἰργάσατο.
Ἐκάλυψε καὶ πάλαι Δαθὰν καὶ Ἀβειρών, ὑπὸ γῆν ὁ Κύριος, μὴ ὄντας ἱερεῖς· νῦν δὲ Σπυρίδων τοὺς φράτορας ὡς ἀνιέρους, εἰς βυθὸν ᾅδου κατάγει, ὡς μὴ βοῶντας· δόξα τῇ δυνάμει Σου Κύριε.
Αἰσχύνθητε ὦ φλάροι, τὰ πράγματα βοᾷ· καὶ γὰρ ὡς κακόδοξοι διώκεσθε αἰσχρῶς· πότε οὖν πότε γνώσεσθε, ὅτι πλανᾶσθε; Καὶ μέχρι τίνος τυφλοί, Τοῖχον ψηλαφᾶτε· ὄντως ἐπαξίως πεπόνθατε.
Θεοτοκίον.
Παρθένε Θεοτόκε, ἀμόλυντε Σκηνή· μολυνθέντα πταίσμασι, καθάρισόν με νῦν, τῶν οἰκτιρμῶν Σου καθαρωτάταις ῥανίσι, καὶ δός μοι χεῖρα βοηθείας, ἵνα κράζω· δόξα Σοι ἁγνὴ θεοδόξαστε.

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
Σὺ Κύριε Χριστέ, εἰς γῆν ὄντως κατἐῤῥαξας, τὴν ἔπαρσιν τῶν Λατίνων, τὴν σεπτὴν Ἐκκλησίαν, ὑψώσας τῇ δυνάμει Σου.
Σὺ πάλαι τὸν Κορέ, ἱερᾶσθαι τολμήσαντα, ἐχάωσας ἀνομοῦντα, καὶ νῦν οὕτω κολάζεις, παπιστὰς τῇ δυνάμει Σου.
Σὲ Λόγε τοῦ Θεοῦ, κεφαλὴν ἐπιστάμεθα, ἀθάνατον Ἐκκλησίας τῆς σεπτῆ καὶ Καθόλου, τὸν Πάπαν βδελυσσόμενοι.
Θεοτοκίον.
Σὲ ὅπλον ἀῤῥαγές, κατ’ ἐχθρῶν προβαλλόμεθα· Σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

Ἕτερος. Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον.
Χρεωστικῶς πιστοὶ ἀνυμνήσωμεν, νῦν τὸν Σπυρίδωνα, τὸν ὀρθρίσαντα ἐπὶ τὸν κίνδυνον τῆς Ἐκκλησίας, κράτιστον δεφένσορα, ἑώας καὶ καύχημα.
Τοὺς ταπεινοὺς ἡμᾶς ἐκ τῆς θλίψεως, χεὶρ ἐξανέστησε, τοῦ Σπυρίδωνος· καὶ γὰρ ὡς ὄργανον τοῦ Παρακλήτου, ἕτοιμος εὑρίσκεται, ἐχθρῶν πρὸς καθαίρεσιν.
Τὸ δυτικὸν λοιπὸν φρατορίδιον, ὡς ἄλλος Ἄρειος ἀποβέβληται, καὶ ὢν βέβηλος, ἐν τοῖς βεβήλοις, θέαμα παναίσχιστον, ὁ αἴσχιστος εὕρηται.
Θεοτοκίον.
Ὡς Κιβωτὸς σεμνὴ ἁγιάσματος, καὶ ὡς πυρίμορφος θρόνος ἅγιος, καὶ ὡς παλάτιον ἡγιασμένον, Δέσποινα ἐχώρησας, Θεὸν παντοκράτορα.


ᾨδὴ στ΄. Θύσω σοι μετὰ φωνῆς.
Οὐ Πάπαν, ἀλλὰ Χριστὸν θεμέλιον ἔχουσα, ἡ πανταχοῦ Ἐκκλησία, ἐγκαυχᾶται μόνῳ, ὡς ἀθανάτῳ, καὶ δοξάζει, ὡς λυτρωθεῖσα, τιμίῳ ἐν αἵματι.
Γνώτωσαν, τῶν δυσμενῶν φρατόρων τὰ κόμματα, τὴν τῶν γραικῶν Ἐκκλησίαν, τοῖς Πατέρων ὅροις ἐφεπομένην, καὶ δικάζει, ὁ τοῦ Ὑψίστου ὀφθαλμὸς ἄνωθεν.
Οὐ λόγοι, σοφιστικοὶ δυνήσονται ἄφρονες, τὴν προφανῶς γενομένην, καθ’ ὑμῶν ἐνδίκως θεομηνίαν, ἀνατρέψας· τοῖς γὰρ πράγμασιν οἱ λόγοι ἐλέγχονται.
Θεοτοκίον.
Ὢ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον· ὅτι Παρθένος ἐν μήτρᾳ τὸν τὰ σύμπαντα περιέχοντα, ἀπειράνδρως συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν.

Ἕτερος. Τὸν Προφήτην Ἰωνᾶν.
Οἱ τυφλοὶ καῖ οἱ χωλοί, οἱ τοῦ Πάπα λατρευταί, ἀπαράδεκτοί εἰσιν, εἰς τὸν οἶκον τοῦ Θεοῦ, ὡς γέγραπται, καὶ ὡς βδελύγματα ἔξω ῥίπτονται.
Τῆς δεήσεως ἡμῶν, ἐπακούσας ὁ Θεός, καθαιρεῖ τὸν παπισμόν, πολυτρόπως πολεμῶν, ἀλλὰ καὶ οὕτω μένει ἀσύνετος.
Ἐν Κερκύρᾳ τῇ κλεινῇ, ἐδοξάσθη ἐκ Θεοῦ, Ἐκκλησία ἡ σεπτή, ἡ ἁγία Κιβωτός, ἡ ἔχουσα τὸ θεῖον σῶμα, τὸ τοῦ Σπυρίδωνος.
Θεοτοκίον.
Τρικυμίαι λογισμῶν, καὶ παθῶν ἐπαγωγαί, καὶ βυθὸς ἁμαρτιῶν, τὴν ἀθλίαν μου ψυχήν, χειμάζουσι βοήθησόν μοι ἁγία Δέσποινα.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἐκκλησία σήμερον, λαμπρῶς ἑόρταζε πᾶσα, τῶν ἐχθρῶν τὴν ἔπαρσιν, κατεῤῥαγμένην ὁρῶσα· ἄνωθεν, τὸ πῦρ κατέρχεται φλέγον· κάτω δέ, ἡ γῆ τινάσσεται στρεφομένη, καὶ καλύπτει τοὺς τοῦ ψεύδους, προστάτας χάος, ὡς τὸν Δαθὰν καὶ Ἀβειρών.
Ὁ Οἶκος.
Χρεωστικῶς οἱ πιστοὶ πάντες, τὸν μέγαν ἐν ἱεράρχαις ὑμνήσωμεν Σπυρίδωνα· ἡ γὰρ αὐτοῦ παραδόξως ἐν τῇ Κερκύρᾳ γενομένη θαυματουργία, δόξα τῶν εὐσεβούντων Ἑλλήνων ὑπάρχει καὶ σέμνωμα· διὰ γὰρ ταύτης, σαφῶς, λαμπρῶς, καὶ ἀναμφιβόλως, ἡμεῖς μὲν ἐξ ὧν καὶ μεθ’ ὧν τυγχάνει διαμένων, εὐσεβοῦντες ἀνεδείχθημεν· οἱ δέ, τοῖς τοῦ Πάπα ληρήμασιν ἑπόμενοι, αἱρετικοί τε καὶ κακόδοξοι, καὶ Θεῷ ἱερᾶσθαι ἀπόστοργοι· δι’ ὃ καὶ τοὺς τοῦτο ποιεῖν ἐν τῷ πανσέπτῳ αὐτοῦ Ναῷ διανοηθέντας, ἐν δίκη κατεχάωσεν, ὡς ποτὲ ὁ Μωϋσῆς τὸν Δαθὰν καὶ τὸν Ἀβειρών.

Συναξάριον.
Τῇ ΙΒ΄ τοῦ αὐτοῦ Μηνός, ἡ ἀνάμνησις τοῦ Θαύματος τοῦ Ἁγίου Σπυρίδωνος, ἐν Κερκύρᾳ, ἐν ἔτει 1718.
Ὁ θαυματουργός, κἄν τέθνηκε Σπυρίδων,
τοῦ θαυματουργεῖν οὐκ ἔληξε εἰσέτι.
Ὡς φλογὶ τίσε παπιστὰς τειρομένοις, θοὸς ἥκων.