Σελίδες

Παρασκευή 23 Σεπτεμβρίου 2011

ΘΥΣΑΡΟΙ ΤΟΥ ΚΥΡΙΟΥ ΜΑΣ ΑΠΟ ΤΗΝ ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ.



Καινή Διαθήκη

 Κατά Ματθαίον Ευαγγέλιο

  • Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν• ζητεῖτε, καὶ εὑρήσετε• κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται. [Ματθ. ζ' 7-8]
  • Ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. [Ματθ. η' 22]
  • Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. [Ματθ. ιθ' 14]
  • Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· [Ματθ. ια' 28-29]
  • Δωρεὰν ἐλάβετε, δωρεὰν δότε. [Ματθ. ι' 8]
  • Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος•ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν. [Ματθ. στ' 14-15]
  • Ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς. [Ματθ. ε' 44]
  • Ἔλεος θέλω καὶ οὐ θυσίαν• οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς. [Ματθ. θ' 13]
  • Ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. [Ματθ. ε' 48]
  • Έστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. [Ματθ. ε' 37]
  • Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. [Ματθ. ι' 35-36]
  • Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων• γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. [Ματθ. ι' 16]
  • Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου• ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. [Ματθ. ι' 22]
  • Καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον. [Ματθ. ζ' 26]
  • Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων. [Ματθ. ζ' 6]
  • Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε• ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν. [Ματθ. ζ' 1]
  • Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν• οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν. [Ματθ. ι' 34]
  • Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι• δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. [Ματθ. θ' 37-38]
  • Ὅπου γάρ ἐστιν ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου. [Ματθ. στ' 21]
  • Τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. [Ματθ. ζ' 14]
  • Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ κακῶς ἔχοντες. [Ματθ. θ' 12]
  • Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν• [Ματθ. στ' 24]
  • Πάντα οὖν ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς• οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. [Ματθ. ζ' 12]
  • Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν [τοῖς] οὐρανοῖς• ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν [τοῖς] οὐρανοῖς. [Ματθ. ι' 32-33]
  • Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου. [Ματθ. στ' 3]
  • Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς• ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; [Ματθ. ε' 13]
  • Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. [Ματθ. ε' 14]
  • Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου. [Ματθ. ζ' 5]
  • Λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ λαλήσουσιν οἱ ἄνθρωποι ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως· [Ματθ. ιβ' 36]
  • Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ. [Ματθ. ιβ' 36]
  • Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. [Ματθ. ιβ' 50]
  • Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. [Ματθ. ιγ' 57]
  • Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ· [Ματθ. ιε' 8]
  • Ἄφετε αὐτούς· τυφλοί εἰσιν ὁδηγοί· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται. [Ματθ. ιε' 14]
  • κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. [Ματθ. ιστ' 18]
  • ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. [Ματθ. ιστ' 19]
  • Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; [Ματθ. ιστ' 26]
  • Ὅς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. [Ματθ. ιστ' 25]
  • Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε μεθ’ ὑμῶν ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; [Ματθ. ιζ' 17]
  • Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβα ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. [Ματθ. ιζ' 20]
  • Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. [Ματθ. ιη' 3]
  • Ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. [Ματθ. ιη' 4]
  • Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ δι’ οὗ τὸ σκάνδαλον ἔρχεται. [Ματθ. ιη' 7]
  • Γρηγορείτε ότι ουκ οίδατε την ημέραν ουδέ την ώραν εν ή ο υιός του ανθρώπου έρχεται” [Ματθ. κε’΄13]
  • Δεύτε προς με πάντες οι κοπιώντες και πεφορτισμένοι, καγώ αναπαύσω υμάς” [Ματθ. ια’ 28]
  • “Εδόθη μοι πάσα εξουσία εν ουρανώ και επί γης” [Ματθ. κη’18]
  • “Ειπέ ημίν πότε ταύτα έσται, και τι το σημείον της σης παρουσίας και της συντελείας του αιώνος; Και αποκριθείς ο Ιησούς είπεν αυτοίς. Βλέπετε μη τις υμάς πλανήση. Πολλοί γαρ ελεύσονται επί τω ονόματί μου λέγοντες, εγώ ειμί ο Χριστός, και πολλούς πλανήσουσι” [Ματθ. κδ’3-5]
  • “Μακάριός εστιν ος εάν μη σκανδαλισθή εν εμοί” [Ματθ. ια’6]
  • “Μη νομίσητε ότι ήλθον βαλείν ειρήνην επί την γην. Ουκ ήλθον βαλείν ειρήνην, αλλά μάχαιραν. Ηλθον γαρ διχάσαι άνθρωπον κατά του πατρός και θυγατέρα κατά της μητρός αυτής” [Ματθ. ι’34]
  • “Μη φοβείσθε υμείς. Οίδα γαρ ότι Ιησούν τον εσταυρωμένον ζητείτε. Ουκ έστιν ώδε. Ηγέρθη γαρ καθώς είπε” [Ματθ. κη’6]
  • “Ο Υιός του ανθρώπου ουκ ήλθε διακονηθήναι, αλλά διακονήσαι” [Ματθ. κ’27-28]
  • “Ουκ απεστάλην ει μη εις τα πρόβατα τα απολωλότα” [Ματθ. ιε’24]
  • “Περί δε της ημέρας εκείνης και ώρας ουδείς οίδεν, ουδέ οι άγγελοι των ουρανών, ει μη ο πατήρ μου μόνος (…) γρηγορείτε ούν, ότι ουκ οίδατε ποία ώρα ο Κύριος υμών έρχεται (…) γίνεσθε έτοιμοι, ότι η ώρα ου δοκείτε ο Υιός του ανθρώπου έρχεται” [Ματθ. κδ’ 36, 42, 44]
  • Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλον εἶ ἐμοῦ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. [Ματθ. ιστ' 23]
  • “Ωσπερ η αστραπή εξέρχεται από ανατολών και φαίνεται έως δυσμών, ούτως έσται και η παρουσία του Υιού του ανθρώπου” [Ματθ. κδ’ 27]

Κατά Μάρκον Ευαγγέλιο

  • “Βλέπετε μη τις υμάς πλανήση. Πολλοί γαρ ελεύσονται επί τω ονόματί μου λέγοντες ότι εγώ ειμί, και πολλούς πλανήσουσιν” [Μαρκ. ιβ’ 6]
  • “Εάν τις υμίν είπη, ιδού ώδε ο Χριστός, ιδού εκεί, μη πιστεύετε. Εγερθήσονται γαρ ψευδοπροφήται και δώσουσι σημεία και τέρατα προς το αποπλανάν, ει δυνατόν” [Μαρκ. ιγ’21-22]
  • “Και ευθύς το Πνεύμα αυτόν εκβάλλει εις την έρημον. Και ήν εκεί εν τη ερήμω ημέρας τεσσαράκοντα πειραζόμενος υπό του Σατανά” [Μαρκ. α’12-13]
  • “Οι γραμματείς οι από Ιεροσολύμων καταβάντες έλεγον ότι Βεελζεβούλ έχει, και ότι εν τω άρχοντι των δαιμόνων εκβάλλει τα δαιμόνια. Και προσκαλεσάμενος αυτούς εν παραβολαίς έλεγεν αυτοίς. Πώς δύναται Σατανάς Σατανάν εκβάλλειν;” [Μαρκ. γ’22-24]
  • “Ος εάν θέλη γενέσθαι μέγας εν υμίν, έσται υμών διάκονος, και ός αν θέλη υμών γενέσθαι πρώτος, έσται πάντων δούλος. Και γαρ ο Υιός του ανθρώπου ουκ ήλθε διακονηθήναι, αλλά διακονήσαι, και δούναι την ψυχήν αυτού λύτρον αντί πολλών” [Μαρκ. ι’43-45]
  • “Ου χρείαν έχουσιν οι ισχύοντες ιατρού, αλλ’ οι κακώς έχοντες. Ουκ ήλθον καλέσαι δικαίους, αλλά αμαρτωλούς εις μετάνοιαν” [Μαρκ. β’17]
  • “Τίνα με λέγουσιν οι άνθρωποι είναι; οι δε απεκρίθησαν. Ιωάννην τον βαπτιστήν, και άλλοι Ηλίαν, άλλοι δε ένα των προφητών. Και αυτός λέγει αυτοίς. Υμείς δε τίνα με λέγετε είναι; Αποκριθείς δε ο Πέτρος λέγει αυτώ. Σύ εί ο Χριστός. Και επετίμησεν αυτοίς ίνα μηδενί λέγωσι περί αυτού” [Μαρκ. η’27-30]
  • Ὕπαγε ὀπίσω μου, σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. [Μαρκ. η’ 33]

Κατά Λουκάν Ευαγγέλιο

  • “Δόξα εν υψίστοις Θεώ και επί γης ειρήνη, εν ανθρώποις ευδοκία” [Λουκ. β’14]
  • “Ει συ εί ο Χριστός, ειπέ ημίν. Είπε δε αυτοίς. Εάν υμίν είπω, ου μη πιστεύσητε” [Λουκ. κβ’67-68]
  • “Ηλθε ο Υιός του ανθρώπου ζητήσαι και σώσαι το απολωλός” [Λουκ. ιθ’10]
  • “Ιησούς δε πλήρης Πνεύματος Αγίου (…) ήγετο εν τω Πνεύματι εις την έρημον ημέρας τεσσαράκοντα πειραζόμενος υπό του διαβόλου, και ουκ έφαγεν ουδέν εν ταις ημέραις εκείναις” [Λουκ. γ’2]
  • “Και συντελέσας πάντα πειρασμόν ο διάβολος απέστη απ’ αυτού άχρι καιρού” [Λουκ. δ' 13]
  • “Λίθον όν απεδοκίμασαν οι οικοδομούντες, ούτος εγενήθη εις κεφαλήν γωνίας; Πάς ο πεσών επ’ εκείνον τον λίθον συνθλασθήσεται. Εφ’ όν δ’ αν πέση, λικμήσει αυτόν” [Λουκ. κ’17-18]
  • “Ο μη ων μετ’ εμού κατ’ εμού εστι, και ο μη συνάγων μετ’ εμού σκορπίζει” [Λουκ. ια’23]
  • “Ο ουρανός και η γη παρελεύσονται, οι δε λόγοι μου ου μη παρέλθωσι” [Λουκ. κα’33]
  • “Ου χρείαν έχουσιν οι υγιαίνοντες ιατρού, αλλ’ οι κακώς έχοντες. Ουκ ελήλυθα καλέσαι δικαίους, αλλά αμαρτωλούς εις μετάνοιαν” [Λουκ. δ’ 31-32]
  • “Πυρ ήλθον βαλείν επί την γην, και τι θέλω ει ήδη ανήφθη; (…) Δοκείτε ότι ειρήνην παρεγενόμην δούναι εν τη γη; Ουχί, λέγω υμίν, αλλ’ ή διαμερισμόν” [Λουκ. ιβ’49]
  • “Τι ζητείτε τον ζώντα μετά των νεκρών; ουκ έστιν ώδε, αλλ’ ηγέρθη” [Λουκ. κδ’ 6]
  • “Τι με καλείτε Κύριε Κύριε, και ου ποιείτε ά λέγω;” [Λουκ. στ’ 46]

Κατά Ιωάννην Ευαγγέλιο

  • Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι' ἐμοῦ. [Ιωαν. ιδ' 6]
  • Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρός με οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε. [Ιωαν. στ' 35]
  • Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. [Ιωαν. ιε' 17]

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Αφήστε το σχόλιό σας απλά με κόσμιο τρόπο.