ΜΑΪΟΥ 29!!
ΙΩΑΝΝΗΣ ΝΑΝΝΟΣ ΝΕΟΜΑΡΤΥΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς στιχηρά. Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων.
Εἰς ἑπτακαίδεκα ἔτη βίου μακάριε, τοῦ μαρτυρίου πόθος ἐραστὴς ἐγεγόνεις καὶ ἔδραμες, ταχέως τὴν σκολιὰν ἄτραπὸν δι’ ἀρνήσεως, καὶ ὁ Χριστὸς ἐνισχύσας σου τὴν φοράν, Νάννε στέφος ἐχαρίσατο. (Δίς)
Τοῖς τῶν αἱμάτων σου ῥείθροις ἐμβαπτιζόμενοι, ἀνανεοῦμεν ἔρων, πρὸς Χριστὸν τὸν Σωτῆρα, τὸν δόντα σοι τὸ σθένος ὑπηνεγκεῖν, τὸ φρικτόν σου μαρτύριον, καὶ ὕμνοις Νάννε δοξάζομεν τὸν Χριστόν, ὃς σοι στέφος ἐχαρίσατο. (Δίς)
Ὦ Νεομάρτυς ἐγένου ἡμῖν ἀντίληψις, ἐξ οὐρανίας δόξης, στοργικὴ καὶ ταχεῖα, καὶ θεία προστασία χαροποιός,τοῖς εἰς σὲ καταφεύγουσι, τὸν ἐνεργοῦντα ἰάματα τοῖς πιστοῖς, δι’ ἐλέους τοῦ Παντάνακτος.
Ὦ Ἰωάννη γενναῖε Μαρτύρων σέμνωμα, ως ὁ Χριστός σοι πέλει, ἰσχυρὸς παραστάτης, κἀμοὶ οὕτω δυσώπει σκέπην θερμήν,χαρισθῆναι τῷ δούλω Αὐτοῦ, ἵνα δοξάζω τὴν ἄκραν διὰ τῆς σῆς, μεσιτείας συγκατάβασιν.
Δόξα. Ἦχος β΄.
Φέρων τὰ πάντα γενναίως, χαίρων δὲ τοῖς ἐλπιζομένοις, πρὸς ἑαυτὸν ἔλεγε ὁ Ἅγιος Μάρτυς Νάννος· μὴ γὰρ τὰ ἀνθρώπεια ἀποδύομαι; ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτίθεμαι. Ἀλγεινὴ μὲν ἡ ἄρνησις τοῦ Χριστοῦ, ἡδεῖα δὲ ἡ ὁμολόγησις· πικρὰ ἡ καρατομή, ἀλλὰ γλυκὺς ὁ Παράδεισος. Μὴ οὖν ἐκκλίνης ὦ ψυχή, ψυχή μου· μικρὸν δὴ ὑπόμεινον, ἵνα τὸστέφος τῆς νίκης ἀναδήση παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
ΠροφητείαςἩσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν, Ἰδιόμελον τῆς τυχούσης ἑορτῆς ἕν.
Καὶ τοῦ Ἁγίου. Ἦχος α´.
Ἐν τῇ ζοφώδει δουλείᾳ τοῦ Γένους ἡμῶν, ἀνεφάνης κλεινέ, ὡς Νεομάρτυς φωτόλαμπρος Νάννε τῇ Ἐκκλησίᾳ. Σὺ γάρ, ἐκ παιδικῆς ἡλικίας, ἀγαπήσας Μάρτυρας Χριστοῦ, αὐτῶν ἐζήλους μιμήσασθαι τὴν στεῤῥὰν πίστιν καὶ τὴν αὐταπάρνησιν. Καὶ ζῶν ἐν Σμύρνῃ ἔνδοξε, οὐκ ἐθεώρεις τὸ ζῆν τῆς πίστεως τῆς Χριστοῦ μεῖζον, χάριτι δὲ παρεδόθης τῇ Αὐτοῦ. Ἡ δὲ σοφὴ Χάρις Θεοῦ, ὡδήγησέ σε εἰς Μαρτύριον δι’ ἀρνήσεως τοῦ Θεανθρώπου, Ὃν πρέσβευε σωθῆναι τοὺς ἐκ πόθου προσιόντας σοι.
Ἦχος β΄.
Δεδουλωμένου τυράννοις του Γένους ἡμῶν, εὐπειθὴς τοῖς γονεῦσί σου, εὐσεβὴς δέ, τὸ θεῖον ἀγαπήσας,θεοζήλῳ ψυχῇ, ὁμολογίαν εἰς Χριστὸν τῷτυράννῳ δοῦναι ἐμελέτησας. Καὶ ὁδὸν προκρίνας συντομωτάτην, τοῦ θανεῖν υπὲρ Χριστου τὴν ὁμολογίαν, τὴν δι’ ἀρνήσεως ἐδέξω ὁπαδὸς γενέσθαι Μωάμεθ,τετρωμένος τὴν καρδίαν, Ὁ δὲ Κύριος, ὁ ἐτάζων νεφρούς, συγχωρήσας σου τῷ τολμήσαντι, ἐνισχύει σε εἰς Μαρτύριον, διδώσι δέ σοι δώρημα ἰάσεων, τοῖς προσιοῦσιν ἐν πίστει, τῇ πανενδόξῳ μνήμῃ σου, οἳ ἐντίμως ἀνυμνοῦσί σε.
Ἦχος γ΄.
Ὁ γενόμενος πηγὴ τῶν θαυμάτων Θεοῦ, Νάννε Ἀθλοφόρε, ὑφ’ ἡμῶν πιστῶν Χριστοῦ, ὅτι αἱμάτων σου κρουνοί, οἱποτίσαντες τὴν γῆν, ὡς πολύτιμον μύρον τῷ Λόγῳ προσηνέχθησαν, ὅθεν ὁ Κύριος τῆς δόξης, δωρεῖταί σοι μύρον, δι’ οὗ χριομένων πιστῶν, ἀπελαύνεται δεινά, ἰῶνται αὐτοῖς νοσήματα καὶ παρέχεται πᾶσι τὸ μέγα ἔλεος.
Ἦχος πλ. β΄.
Νάννε, Νεομαρτύρων χαρμονή, ὅπλα οἰκτιρμῶν ἐνδυσάμενος, ἱερὰν πανοπλίαν, πιστοῖς διασκορπίζεις τὴν θεϊκὴν δωρεάν. Καὶ Ὀθωμανοῖς ἐπὶ γῆς ἑκὼν ἐπιστάς, ὡς θῦμα λογικόν, καὶ ὁλοκάρπωμα τέλειον προσηνέχθης τῷ Χριστῷ. Ἀλλὰ Ἀθλητά, μὴ ἐλλίπης μνημονεύων ἐν τῇ πρὸς Αὐτὸν καὶ ἡμῶν οἰκειώσει σου δεόμεθα.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε τῶν Ἑλλήνων Ὀρθόδοξοι, δεῦτε ἑορτάσωμεν καὶ πανηγυρίσωμεν τὸν Ἀθλοφόρον Χριστοῦ. Σήμερον γάρ, ἀστράπτει ὡς ἥλιος, καὶ ταῖς ἀκτῖσι αὐτοῦ εὐθείαις ἐκφωτίζει τοὺς βοῶντας· Χαίροις, Χριστομαρτύρων ὁμόζηλε, μεγαθλητῶν Γεωργίου, Δημητρίου, τῶν σεπτῶν· χαίροις, ὁ τὴν χάριν πλουσίαν παρὰ Χριστοῦ εἰληφώς, καὶ τοῖς πιστοῖς σκορπίζων δαψιλεῖς τὰς εὐεργεσίας· χαίροις, τῶν Ἀγγέλων ὁμοτιμε, ὁ δοὺς τὸ σφύζον σου φοινικοῦν αἷμα ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ. Ἀλλ’ ὦ Νάννε, τῶν πιστῶν τὸ σέμνωμα, ἐκδίωξον ἀφ’ἡμῶν τὴν δειλίαν, καὶ δὸς ἡμῖν πνεῦμα ἀνδρείας, εὐλογίαν καὶ εἰρήνην τῷ ἔθνει ἡμῶν, τῇ μεσιτείᾳ σου.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ δυσωποῦμεν ως Θεοῦ Μητέρα, Εὐλογημένη, πρέσβευε σωθῆναι ἡμᾶς.
Εἰς τὸν στίχον. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Ὦ τοῦ παραδόξου θαύματος. Πῶς σεμνὲ χριστιανέ, τὸν Χριστὸν ἀπηρνήσω, πῶς Μωάμεθ γέγονας, ὁπαδὸς τοῦ ἀλάστορος. Καὶπῶς Χριστός, τῆς ἀγάπης διδάσκαλος, ἐνέβαλέ σοι Μαρτύρος φρόνημα.Ὦ θεῖον δώρημα, δι’ οὗ ἐξιλέωσαι πρὸς τὸν Χριστόν, καὶ Μάρτυρος γεγέννησαι,σεμνοπρεπέστατος.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Νάννε, Νεομάρτυς τίμιε, τὸν λογισμὸν πτερωθείς, πρὸς Θεὸν δι’ ἀγάπης σου, ὅλος πίστει δέδοσαι, μαρτυρίῳ ἀθλήσει σου, τὸν γὰρ Χριστὸν Θεὸν ὡμολόγησας, ἐν κριτηρίῳ τῶν Τούρκων ὄλβιε, εἶτα τὸ αἷμά σου, τὸ πολυτιμότατον ξίφει χυθέν,προσφορὰν ἐδώρησας, τῷ Παντοκράτορι.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Νάννε, Νεομάρτυς ἔνδοξε, χαριτωθεὶς ἐντελῶς, τῇ Χριστοῦ Ἁγιότητι, τοῖς εἰς σὲ προστρέχουσιν, ἐνεργεῖς τὰ ἰαματα, καὶ τοῖς ἐν πίστει Θεὸν λατρεύουσιν, ἀναπτεροῖς την ἄδολον ἄφεσιν, ω τῆς ἀρίστης σου, θερμῆς ἀναλήψεως πρὸς τοὺς πιστούς, διὰ τῆς πρεσβείας σου, πρὸς τὸν Οἰκτίρμονα.
Δόξα. Ἦχος δ΄.
Ἐκ βρέφους ἀκμὴν Θεοῦ ἔχων χάριν ἀθλοφορικόν, διήνυσας στάδιον, Νάννε ἀξιάγαστε. Σὺ γὰρ τῷ πόθῳ Χριστοῦ τρωθείς, Μαρτύρων ἀτραποῖς ἠκολούθησας, καὶ διὰτουρκεύσεως μέχρις αἵματος ἀντιταττόμενος ἐν οὐρανῷ, ἐκομίσω τὸν στέφανον. Χριστὸν ὑπὲρ ἡμῶν ἱκέτευε, Ἀθλητὰ γενναιότατε.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Νεομάρτυς ἐδείχθης ἐν Σμύρνῃ ἔνδοξε, ὦ Ἰωάννη γενναῖε, Θεσσαλονίκης βλαστέ, ἀπογονὴ Γυναικοκάστρου ἀξιάγαστε. Σὺ γὰρ τὴν δόξαν μελετῶν, μαρτυρίου τοῦ σεπτοῦ, Μωάμεθ πιστὸς ἐφάνης, ἵνα μόνον Θεὸν κηρύξης, Χριστὸν τὸν Κύριον Σωτῆρα ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὴν μνήμην σου θερμῶς, ἑορτάζοντες πάντες, ὡς ἥλιον λαμπρόν, παναοίδιμε Νάννε, πιστοῖς καταυγάζοντα, τὰς ἀκτῖνας τῆς χάριτος, καὶ ἐκλύοντα, τῶν δαιμονίων τὸ νέφος, σὲ λαμπρύνομεν, τὸν πρεσβευτήν τοῦ Κυρίου, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Τῆς χάριτος Θεοῦ, ἐκλεκτὸς ἀνεδείχθης, καὶ νέμεις δαψιλῶς, τὰ ἰάματα Νάννε, τοῖς πίστει προστρέχουσιν, εὐσχημόνως τῇ μνήμῃ σου, καὶ λατρεύουσι, τὸν πανοικτίρμον Λόγον, τὸν παρέχοντα, ἁμαρτωλοῖς σωτηρίαν, καὶ μόνον Θεὸν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτής.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τιμίοις σου αἵμασι τῶν ορθοδόξων ψυχάς, ἐστήριξας ἔνδοξε, καὶ χριστοφόρῳ φωτί, αὐγάσας ἐφώτισας, Νάννε τὴν Ἐκκλησίαν, ὡς λαμπὰς φωταυγοῦσα, πέμπουσα τῶν θαυμάτων, λαμπηδόνας ἀκτῖνας, διὸ καὶ τοὺς τιμῶντας τὴν μνήμην σου λάμπρυνον.
Δόξα.
Ἡ πάνσεπτον μνήμη σου τῶν Ὀρθοδόξων ψυχάς, συνήγειρε σήμερονἐν τῷ σεπτῷ σου ναῷ, εἰς θείαν πανήγυριν, ὅθεν ὑμνολογοῦντες, τὸν Χριστὸν καὶ Σωτῆρα, Ὃς ἐχαρίτωσέ σε, θεραπείαις ποικίλαις, θεσπέσιε Νάννε λαμπρῶς μακαρίζομεν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιοςὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέρχεται ἀπὸ τῶν ἀνθρώπων...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Νάννε, Νεομαρτύρων χαρμονή, ὅπλα οἰκτιρμῶν ἐνδυσάμενος, ἱερὰν πανοπλίαν, πιστοῖς διασκορπίζεις τὴν θεϊκὴν δωρεάν. Καὶ Ὀθωμανοῖς ἐπὶ γῆς ἑκὼν ἐπιστάς, ὡς θῦμα λογικόν, καὶ ὁλοκάρπωμα τέλειον προσηνέχθης τῷ Χριστῷ. Ἀλλὰ Ἀθλητά, μὴ ἐλλίπης μνημονεύων ἐν τῇ πρὸς Αὐτὸν καὶ ἡμῶν οἰκειώσει σου δεόμεθα.
Εἶτα οἱ κανόνες· τῆς ἑορτῆς, καὶ τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
ᾌσμα καινὸν ᾄσωμεν πάντες Χριστῷ τῷ Θεῷ, τῷ παρασχόντι Μάρτυρας καὶ ἐνισχύσαντι τὴν Αὐτοῦ Ἐκκλησίαν, ἐν τοῖς ἐσχάτοις χρόνοις, ὅτι δεδόξασται.
Θαυματουργὸν Μάρτυρα μέλπω Χριστοῦ τοῦ Θεοῦ, Θεσσαλονίκης καύχημα, ὑμνολογῶν φαιδρῶς τὸν σεπτὸν καὶ γενναῖον Νάννον ἤ Ἰωάννην, ὅτι δεδόξασται.
Ἀπὸ τῆς γῆς αἴρεις τὸν ἄρνα, Χριστὲ ὁ Θ εός,εἰς οὐρανίαν οἴκησιν καὶ κατασκήνωσιν τὸν ἐρῶντά σε πόθῳ, τὸ σέμνωμα Μαρτύρων, ὅτι δεδόξασται.
Νῦν ἐξυμνῶ ενα Τριάδος Χριστὸν τὸν Θεόν, τὸν ἐπὶ γῆς παθήματα παθεῖν βουλόμενον, μιμητὰς δε γενέσθαι Αὐτοῦ Μάρτυρας θείους, ὅτι δεδόξασται.
Θεοτοκίον.
Τίς ἐξειπεῖν Σοῦ κατ’ ἀξίαν δυνήσεται, τὴν ὑπὲρ λόγον σύλληψιν; Θεὸν γὰρ τέτοκας ἐν σαρκὶ Παναγία, ἡμῖν ἐπιφανέντα Σωτῆρα πάντων ἡμῶν.
ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς ἐν Σοὶ Κύριε.
Ἀνάστησον τὴν μνήμην ἡμῖν Κύριε, γονέων τεκόντων τὸν θεῖον Μάρτυρα, Ἰωάννου τοῦ Ἰωάννου πατρὸς αὐτοῦ, καὶ Θωμαΐδος σεμνῆς τῆς μητρὸς αὐτοῦ.
Στεῤῥότητος ἧν γέννημα ὑπέροχον, Ἰωάννης ὁ γόνος Γυναικοκάστρου, ὃς γεννήσας Νεομάρτυρα, παιδαγωγεῖ εἰς Χριστὸν τὸν Φιλάνθρωπον.
Ἰδέτωσαν πιστοί. καὶ τὸ Κολόβιον γενέτειραν ἀξίαν τῆς Θωμαΐδος, θαλάσσης μετὰ γάλακτις, τῷ Νεομάρτυρι υἱῷ τὴν εὐσέβειαν.
Ὁδήγησον Χριστὲ Θεὲ Κύριε, ὁδήγησον πάντας τοὺς Σὲ ὑμνοῦντας εἰς ἐπίγνωσιν ἀγάπης Σῆς ἀνερμηνεύτου τε συγκαταβάσεως.
Θεοτοκίον.
Τοῦ ἄνθρακος χρυσοῦν θυμιατήριον τοῦ θείου Ἀνύμφευτε, γενομένη τὸ δυσῶδες τῆς καρδίας μου, εὐωδίασον μόνη Ἀειπάρθενε.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Στρατιώτης γενόμενος τοῦ Χριστοῦ, τὸν ἐχθρὸν καθελών τε ἀθλητικῶς, ἔδειξας τὴν δύναμιν, τοῦ Σταυροῦ τὴν σωτήριον, ἐν κριτηρίῳ γὰρ Τούρκων γενναίως διήλεγξας, τῆς ἀσεβείας τὴν πλάνην και οὕτω δεδικαίωσαι, ὅθεν καὶ τὸ στέφος, οὐρανόθεν λαβών συ, εὐφραίνῃ ἀγαλλόμενος, ἐν ἀγκάλαις τοῦ Κτίστου σου, Ἰωάννη πανεύφημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
ᾨδὴ δ΄. Εισακήκοα Κύριε.
Ὕψος ἔνθεον Κύριε, ἐν τῇ ψυχῇ σου ἠσθάνετο ὁ παῖς σου, ἀκροάσει μόνῃ ἄθλων Μαρτύρων Σου.
Χριστομάρτυς ἠπείγετο τῇ ἀκοῇ γενέσθαι Ἰωάννης, ἀναγνώσει μόνῃ ἄθλων Μαρτύρων Χριστοῦ.
Ἀπαστράπτοντες ἔνδοξοι ἐν τῇ ψυχῇ σου, μαρμαίρουσι τοῦ Νάννου οἱΧριστοῦ ὁπλῖται, ἄξιοι Μάρτυρες.
Τὴν αγάπην ἀμάραντον ἐν τῇ ψυχῇ, ὁ Νάννος ἀναθάλλων πρὸς Χριστόν, ἐπόθει ἕνωσιν ἔνθεον.
Θεοτοκίον.
Δυσωποῦμέν Σε Ἄχραντε, τὴν τὸν Θεὸν ἀσπόρως συλλαβοῦσαν, τοῦ ἀεὶ πρεσβεύειν, ὑπὲρ τῶν δούλων Σου.
ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.
Ζῶν ὁ Θεσσαλονικεύς, μετὰ πατρὸς ἐν Σμύρνῃ, καὶ ὁμαίμονος τὴν ἀληθῆ ζωήν, ἐμελέτα πηγάζουσα χάριν, ἐκτὸς Χριστοῦ, ἄλλον Θεὸν οὐκ ἐγίνωσκεν.
Ἧν ἐν Σμύρνῃ μελετῶν τὸ μαρτύριον, τὸ Χριστοῦ σφάγιον σκυτοτομοῦν, τέχνῃ ὑποδήματα χάριν πελατῶν, ἐκτὸς Χριστοῦ ἄλλον Θεὸν οὐκ ἐγίνωσκεν.
Μνῆμον Μαρτύρων κλεινῶν τὸ μειράκιον ἐν ἑαυτῷ ἔχαιρε τὸν ἀκλινῆ, ὁρῶν τούτων ἔρων πρὸς μείζονα χάριν, ἐκτὸς Χριστοῦ ἀλλον Θεὸν οὐκ ἐγίνωσκεν.
Ἤμαρτε Νάννος σφοδρῶς, ἐξομνύμενος τὸ Χριστοῦ κήρυγμα, ἀλλὰ σαφῶς ἐποίει τοῦτο κομισάμενος στέφος, ἐκτὸς Χριστοῦ ἄλλον Θεὸν οὐκ ἐγίνωσκεν.
Θεοτοκίον.
Σοὶ τῇ τεκούσῃ Χριστόν, τὸν τοῦ παντὸς Δημιουργὸν κράζομεν· χαῖρε ἁγνή, χαῖρε τὸ φῶς ἀνατείλασα ἡμῖν, χαῖρε ἡ χωρήσασα Θεὸν τὸν Ἀχώρητον.
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.
Τὸν Δεσπότην τῶν ὅλων καὶ Κύριον, ὁ Νάννος ἠρνήσατο καὶ τοῦ Μωάμεθ ἠσπάσθη τὸ δόγμα ἄβυσσον, ὡς κομίσηται στέφος τὸ ἄφθαρτον.
Ἀναστάτωσιν ὅλην ἐδέξαντο, πατὴρ καὶ κασίγνητος, ἀλλ’ ὁ γενναῖος παῖς ἐπεκαλεῖτο ἄρνησιν, ὡς κομίσηται στέφος τὸ ἄφθαρτον.
Κραταιᾷ ἀποφάσει κινούμενος, ὁ ἄπαρνος ἠτήσατο Σταυρόν, τὸν φύλακα πιστῶν καὶ τὸ κραταίωμα, ὡς κομίσηται στέφος τὸ ἄφθαρτον.
Ὁ πατὴρ Ἰωάννης ἐμήνυσε, τῷ υἱῷ τὴν δύναμιν Σταυροῦ σωτήριον, μετανοοῦντι ἄγεσθαι, ὡς κομίσηται στέφος τὸ ἄφθαρτον.
Θεοτοκίον.
Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς θεότητος τοῦ Υἱου καὶ Θεοῦ Σου τὰσύμβολα.
Κοντάκιον. Ἦχος πλ. δ΄. Ὡς ἀπαρχάς.
Μαρτυρικῇ ἀθλήσει σου, πλάνης τὸ σκότος ἔλυσας, νεαρὲ Νάννε ἀοίδιμε, ἄριστος ἐν Τριάδι γενόμενος, ξίφει γὰρ τὸν αὐχένα ἐκτμηθείς, ὑπὸ Τούρκων λαὸν ἐπτέρωσας Χριστιανῶν, στεῤῥὲ τῇ πίστει, καὶ στέφος ἀπέλαβες, ὡς καλλίνικος.
Ὁ Οἶκος.
Τῶν Ἀγγέλων τὰ σμήνη συγχαίρουσι, φιλεόρτων συστήματι σήμερον, ὅτι Μάρτυς γενόμενος, ὁ μεγάλαθλος Νάννος τὴν πικρίαν ἔλυσε τῆς ἀποφράδος, καθ’ ἣν ἅλωσις τῆς Κωνσταντίνου ἐπεγένετο, ὅθεν δοξολογοῦμεν τὸν Κύριον, τὸν ὑψοῦντα θαυμαστῶς, τὸν Νεομάρτυρα Αὐτοῦ, ὡς καλλίνικον.
Συναξάριον.
Τῇ 29ῃ τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Νεομάρτυς Νάννος, ἤτοι Ἰωάννης, ὁ Θεσαλονικεύς, ὁ ἐν Σμύρνῃ μαρτυρήσας ἐν ἔτει ᾳωβ΄ (1802), ξίφει τελειοῦται.
Καὶ ὁ Νάννος ὤφθη χαριτώνυμος νέος,
Μάρτυς Κυρίου, ὦ ἄκρας εὐδοξίας.
Ὁ Ἅγιος ἸωάννηςΓεννήθηκε στὴ Θεσσαλονίκη ἀπὸ γονεῖς εὐσεβεῖς. Ὁπατέρας του ὀνομαζόταν Ἰωάννης καὶἡ μητέρα του Θωμαῆ. Ἐπειδὴ ἡγέννησή του συνέπεσε μὲ τὴν παραμονὴτῆς γιορτῆς τῶν γενεθλίων τοῦ Τιμίου Προδρόμου, οἱγονεῖς του τὸν ὀνόμασαν Ἰωάννη. Γιὰνὰ ξεχωρίζει ὅμως ἀπὸ τὸν πατέρα του, ποὺ εἶχε τὸἴδιο ὄνομα,αὐτὸν τὸν ἔλεγαν Νάννο. Ὁ πατέρας του πῆγε στὴΣμύρνη καὶ ἐργαζόταν σὰν ὑποδηματοποιός. Ἀργότερα παρέλαβε καὶ τοὺς γιούς του Θεόδωρο καὶ Ἰωάννη.Ἐνάρετοι καὶ οἱ δυὸ ἀδελφοί,καταγίνονταν μὲ τὴν τέχνη τους καὶ τὴν ἀνάγνωση τῶν Γραφῶν. Ξαφνικὰ τὸν Ἰωάννη κατέλαβε ὁ πόθος τοῦ Μαρτυρίου καὶ «ἐγένετο τοῖς Ἀγαρηνοῖς ὡςἈγαρηνός, ἵνα κερδίσῃ τὸν Χριστόν». Ἔτσι κάποια μέρα ἔτρεξε στὸ σπίτι τοῦἀγᾶ,ποὺ εἶχε προσκολληθεῖ καὶ ἀφοῦ φόρεσε χριστιανικὰ ῥοῦχα καὶτούρκικο σαρίκι στὸ κεφάλι,παρουσιάστηκε στὸν κριτὴ καὶὁμολόγησε τὴν ἐπάνοδό του στὸν Χριστιανισμό. Τότε ὁ 18χρονος Ἰωάννης κλείστηκε στὴ φυλακὴ καὶβασανίστηκε σκληρά. Ὅταν τὸν ἔβγαλαν τοῦ ὑποσχέθηκαν τιμὲς καὶἀξιώματα, ἀλλ᾿ ὁ μάρτυρας παρέμεινε σταθερὸς στὴχριστιανική του πίστη. Τότε οἱ Τοῦρκοι τὸν καταδίκασαν σὲ θάνατο καὶ τὸνἀποκεφάλισαν στὴν τοποθεσία Σοᾶν Παζάρι, στὶς 29 Μαΐου 1802. Χριστιανοὶ ἀγόρασαν τὸ τίμιο λείψανό του ἀπὸτοὺς Τούρκους ἀντὶ 3400 γροσιῶν καὶτὸν ἐνταφίασαν.Μαρτύριο τοῦ Ἁγίου αὐτοῦ συνέγραψε ὁἱερομόναχος Νικηφόρος ὁ Χίος
Τῇ αὐτῇ ἡμέρα, μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδοσίας, τῆς Τυρίας.
Πνίγει θαλάσσης Θεοδοσίαν ὕδωρ,
Τρέφει δὲ Χριστὸς εἰς ἀναψυχῆς ὕδωρ.
Αὕτηἡ ἱερὰ καὶἉγία κόρη, Τυρία ἧν τὸγένος. Ὀκτωκαιδέκατον δὲ ἄγουσα τῆς ἡλικίαςἔτος, συλλαμβάνεται ὑπὸ τῶν εἰδωλολατρῶν, καὶδεσμεῖται, μέλλουσα δίκας διδόναι, ὡς ὁμολογοῦσα τὸν Θεόν. Ἄρτι γὰρ προκαθεζομένων τῶν δικαστῶν, ἤχθη Οὐρβανῷ τῷ ἄρχοντι, ὁδὲ θύειν τοῖς εἰδώλοις αὐτῇπροστάττει. Ἐπεὶ δὲ οὐκ ἐπείσθη,δεινὰς κατὰ τῶν πλευρῶν, καὶκατὰ τῶν μαζῶν ἐπιθεὶς αὐτῇ βασάνους, μέχρις ὀστέων αὐτῶν τε ἤδη καὶ τῶνἔσω σπλάγχνων ὁ ἀνήλεως ἐχώρει, ἐπιμόνως τὴν παῖδαὁρων τιμωρουμένην, καὶ σιγῇτὰς βασάνους δεχομένην. Ἔτι δὲαυτὴν ἐμπνεύουσαν,ἠρώτα θύειν παρακελευόμενος. Ἡ δέ, διάρασα τὸστόμα, καὶ τοις ὀφθαλμοῖς ατενίσασα, ἐπιμειδιῶντι τῷ προσώπῳ:Τί δὴ πλανᾶσαι, φησίν, ἄνθρωπε;Οὐκ οἶδας,ὅτι τῆς τοῦΘεοῦμαρτυρίας κοινωνίας τυχεῖν ἠξιώθην; Ὁδέ, ἐπει συνεῖδεν ἑαυτὸν γελώμενον ὑπὸ τῆς κόρης, μείζοσιν ἤ πρῶτον αἰκίζεται ταῖς βασάνοις. Εἶθ’ οὕτω τοῖς θαλαττίοις ἀκοντίζειῥεύμασιν, ἐν οἷς τὸ μακάριον τέλος ἐδέξατο.
Τῇ αὐτῇ ἡμέρα, μνήμη τῆς Ἀγίας Ὁσιομάρτυρος Θεοδοσίας, τῆς Κωνσταντινουπολιτίσσης.
Κέρας κριοῦ κτεῖνάν σε, Θεοδοσία,
Ὤφθη νέον σοι τῆς Ἀμαλθείας κέρας.
Οὗτη,κατήγετο ἀπὸ γονεῖς περιβοήτους εἰς τὴν εὐσέβειαν, πλουσίους κατὰ πολύ. Ὅθεν καὶ ἡἉγία, ἀπὸ μικρᾶςἡλικίας ἐπαιδεύθηἐν εὐσεβείᾳ καὶἐν πάσῃἀρετῇ.Εἰς ἡλικίανἑπτὰἐτῶνἐστερήθη τὸν πατέρα της, ἡ μήτηρ της τὴν ἔκαμε καλογραίαν εἰς Μοναστήριόν τι τῆς Κωνσταντινουπόλεως. Δὲν παρῆλθε πολὺς καιρός, καὶ ἀπέθανε καὶ ἠμήτηρ της. Ἡ δὲ Θεοδοσία τότε, ἐμοίρασενὅλα τὰπλούτη εἰς τοὺς πτωχούς. Κατὰ τὴν ἐποχὴν τῆς αἱρέσεως τῶν εἰκονομάχων, ἡ Ἁγία Θεοδοσία ἦτο ἡγουμένη τοῦ Μοναστηρίου της. Βλέπουσα τὸν διωγμὸν κατὰτῶν ἱερῶν Εἰκόνων καὶ αυτὴἡ ἰδίαὑπερεμάχει τῆς Ὀρθοδόξου πίστεως ως πρὸς τὸν σεβασμὸν τῶν ἱερῶν Εἰκόνων,καὶ τὰςἄλλας καλογραίας ἐνεθάῤῥυνεν εἰς τοῦτο.Κάποτε, ὁ σπαθάριος τοῦ εἰκονομάχου βασιλέως Λέοντος τοῦ Ἰσαῦρου,ἀνέβη εἰς κλίμακα ἵνα καταῤῥιψῃ τὴν περίφημον εἰκονα Χριστοῦ τοῦ Ἀντιφωνητοῦ, ἀνηρτημένην εἰς τὴν Χάλκην Πύλην. Ἡ Αγία, ἀφοῦ παρέλαβε μεθ’ ἑαυτῆς καὶ ἄλλας μοναχάς, ἀφήρεσαν ἀτρόμητοι τὴν κλίμακα καὶ ὁ ὑβριστὴς τῶνἱερῶν Εἰκόνων, καταπεσών, ἐφονεύθη. Τὸἱερὸν τοῦτο ἀνδραγάθημα,ἔφερεν αὐτὰς καὶεἰς τὸΜαρτυριον. Αἱ μοναχαί, ἀπεκεφαλίσθησαν ἀμέσως. Ἡ δὲ Ἁγία Θεοδοσία, ὑποστᾶσα δεινὰ βασανιστήρια, ἐπνίγη μὲἕν κέρατον κριοῦ, τὸ ὁποῖον της ἔχωσαν εἰς τὸ στόμα της.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ὀλβιανοῦ, Ἐπισκόπου πόλεως Ἀνέου καὶ τῶν μαθητῶν αὐτοῦ.
Τὸν Ὀλβιανὸν μάλα ὄλβιον λέγω,
Ὑπὲρ Θεοῦ θανόντα τοῦ πανολβίου.
Ὃςἦν ἐπὶ τῆς βασιλείας Μαξιμιανοῦ, ἐν ὑπατείᾳ Ἀλεξάνδρου καὶ Μαξίμου, καὶ ἤχθη ἐπὶ Ἰουλίου καὶΑἰλιανοῦ,ἡγεμόνων τῆς Ἀσίας. Ὑπὸτούτων δὲ ἐρωτώμενος, καὶ μὴ πειθόμενος θῦσαι,γυμνοῦται τῶν ἱματίων, καὶ ὀβελίσκοις πεπυρακτωμένοις τὰ σπλάγχνα διαπείρεται καὶ κατακαίεται, εἶται φρουρεῖται.Καὶ εἰς δευτέραν ἐρώτησιν ἀχθείς, καὶμὴ ἐνδούς,γυμνοῦται, καὶ τὰς σάρκας ξέεται σφοδρῶς. Πυρᾶς δὲ ἐξαφθείσης μεγίστης, καὶ εἰς ὕψος ἀρθείσης ἐπὶ πολύ, ἐν αὐτῇἀκοντίζεται, καὶ ἐν αὐτῇ τὸ πνεῦμα τῷ Θεῷπαρατίθεται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Εὐθυμίου, Ἐπισκόπου Ζήλων, τοῦ ἐκ Παρακοίλων τῆς Λέσβου ὁρμωμένου, καὶ ἐν Ἀμασείᾳ τοῦ Πόντου, ὑπὸ τῶν Ἀγαρηνῶν ἐν βαρυτάτῃ εἱρκτῇ ἐκλεισθέντος, μαρτυρικῶς τελειωθέντος, ἐν ἔτει 1921ῳ.
Ὁ Εὐθύμιος ἐν εἱρκτῇ μαρτυρήσας,
Προσετέθη χορείᾳ Μαρτύρων.
Εἰκάδι εἰκοστῆ ἐννάτη, Ἀγριττέλης ἐκδύνει.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀλεξάνδρου Πάπα Ἀλεξανδρείας.
Σεπτὴν τελευτὴν τὴν Ἀλεξάνδρου σέβω,
ὃν οἶδα σεπτὸν τῆς Ἀλεξάνδρου Πάπαν.
Οὗτος,ἦτο κατὰτοὺς χρόνους Κωνσταντίνου τοῦ μεγάλου, ἐνἔτει τκ΄ (320), πρὸ τῆς οἰκουμενικῆς πρώτης Συνόδου. Ἔγινε δὲ Πατριάρχης Ἀλεξανδρείας μετὰ τὸν Ἀχιλλᾶν. Οὗτος καὶ τὸν δυσσεβῆ καὶ κακόφρονα Ἄρειον ἐδίωξε καὶἀπέβαλεν ἀπὸ τὴνἘκκλησίαν τοῦ Θεοῦ. Διαλάμψας δὲ εἰς τὸν θρόνον χρόνους εἰκοσιτρεῖς,ἀφηκε διάδοχόν του τὸν Μέγα Ἀθανάσιον.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Ἀνὴρ καὶ ἡ τούτου Σύζυγος, ξύλοις τὰ ὀστᾶ συντριβέντες, τελειοῦνται.
Τοῖς ἀνδρὸς ὀστοῖς συγκατεθλάσθης, γύναι,
Κἀγὼ σὸν ὀστοῦν, πρὸς τὸν ἄνδρα φαμένη.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς θλιβερῆς ἁλώσεως τῆς Βασιλίδος τῶν Πόλεων, ἤτοι τῆς Κωνσταντινουπόλεως.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀνδρέου τοῦ Ἀργέντη, τοῦ ἐκ Χίου καὶ ἐν Κωνσταντινουπόλει μαρτυρήσαντος ἐν ἔτει 1465 μ. Χ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ διὰ Χριστὸν σαλλοῦ, τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐθελμπέρτου (Ethelbert) τοῦ βασιλέως.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰερεμίου τοῦ Δαμασκηνοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων· Σισινίου τοῦ διακόνου, Μαρτυρίου καὶ Ἀλεξάνδρου, τῶν μαρτυρησάντων ἐν ἔτει 397 μ.Χ., ἐν τῷ Μεδιολάνῳ τῆς Ἰταλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μαξιμίνου, ἐπισκόπου Τρεβήρων, πολεμίου τοῦ ἀρειανισμοῦ, καὶ περιθάλψαντος κατὰ τὸν διωγμὸ αὐτοῦ τὸν Μέγα Ἀθανάσιο.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου, τῆς Ἐγγύησης τῶν Ἀμαρτωλῶν, ἐν τῇ Ῥωσσίᾳ
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Ὑψίστου Θεοῦ συμπαράστασις, θερμῇ μετανοοῦντι τῷ Νάννῳ γέγονε, καὶ ἐτόλμησεν ὁμολογίαν τῆς πίστεως δοῦναι εἰς Χριστὸν τοῖς ἀνόμοις, εὐφραινόμενος δ’ ἔψαλλεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κυρίου Χριστοῦ κριτηρίῳ Τουρκικῷ κηρυττομένου, ὑπὸ τοῦ Νάννου Παντοκράτορος Ὀθωμανοὶ ἐφρυάξαντο,φόνῳ δὲ αὐτὸν ἐπηπείλουν, ὁ δὲ χαίρων ἐπέψαλλεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἰδὼν ὁ μουλᾶς τὴν στεῤῥότητα παιδὸς ἐν κριτηρίῳ, ἐκίνει πάντας εἰς κατάθεσιν πολλῶν φλωρίων, ὡς ἀντίλυτρον Νάννου τῆς φυγῆςὡς Μεχμέτη, ὁ δ’ ἐβόα καὶ ἔψαλλεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Λαβὼν ἀφορμὴν τὴν συνάθροισιν χρυσοῦ, ὁ Ἰωάννης ἀνόμοις εἶπεν· ἐμβληθήσεσθε εἰς τάρταρον ζοφωδέστατον, εἰ καὶ κατέχετε πλούτη, νοερῶς δὲ ὑπέψαλλεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Σὲ βατον Μωσῆς ἐν τῷ ὄρει τῷ Σινᾷ, πυρπολουμένην Ἁγνή, προεθεώρει τὴν ἐνέγκασαν ἀκαταφλέκτως τὴν ἄστεκτον αἴγλην τῆς ἀῤῥήτου οὐσίας ἑνωθείσης ταχύτητι, σαρκὸς μιᾶς τῶν ἐν αὐτῇ Ἁγίων ὑποστάσεων.
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Καρτερικώτατον βλαστόν, τῆς Κασσάνδρου, καὶ ἀπόγονον τοῦ Κάστρου Γυναικῶν, ἐν τῇ Σμύρνη ἀπαγαγόντες σκληρῶς, εἰς θάνατον τοῦτον ὡδήγησαν, οἱ τρίβολοι Τοῦρκοι, ἀπόγονοι τῆς Ἄγαρ.
Ἰσχυροτάτην καὶ θερμήν, στερεὸς ἐν πειρασμοῖς, ὁ νεανίας προσευχήν, ἀναπέμπει τῷ Παναγάθῳ Θεῷ, αἰτεῖται δὲ ἄρσιν ἁμαρτιῶν, Αὐτὸν καὶ τοὺς πιστούς, ὅσοις ἐντυγχάνει.
Συναθροισθέντες οἱ πιστοί, μαρτυρίου ἐν τόπῳ, Σοὰν παζάρι, μετ’ ἀπίστων καὶ Φράγκων, τοῦ Ἀθλητοῦ κατιδεῖν τὴν κάραν τὴν τιμίαν, ἐκτέμνεσθαι μεγάλως ἐβόων· Τὸν Κύριον ὑμνεῖτε.
Ἵμερος εὗρες τὰς ψυχὰς τῶν πιστῶν, ἀπολαβεῖν τῶν μαρτυρίων Ἀθλητοῦ τινὰ μέρη τῶν εὐλογοῦντων Θεόν· ὑμνεῖτε τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Νεῦσον δεήσεσιν ἡμῶν τῶν Σῶν δούλων, Ἀγαθὴ Θεοκυῆτορ, καὶ δεινῶν τὰς ἐφόδους καὶ πειρασμῶν προσβολάς, ταχέως κατάπαυσον Δέσποινα, ἵνα Σε τιμῶμεν, Ὑπερευλογημένη.
ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Ὡς ἀλγεινὴ μὲν ἡ τμῆσις, ὡς δὲ λίαν γλυκεῖα ἤκουσα, Νεομάρτυς Νάννε,στέφος ἐνεγκεῖν Παραδείσου χαρά, Ἀβραὰμ γὰρ οἱ κόλποι ἀπαύστως θέλγουσί σε ἀγαθέ, ὅτι χαίρουσιν ὄντως Χρίστον σοι μεγαλύνοντες.
Τὴν ἐκ Θεοῦ θείαν χάριν, μαρτυρίῳ δοθεῖσαν ἄνωθεν, Νεομάρτυρι κλεινῷ, σοὶ τῷ Νάννῳ, οἱ πιστοὶ ἐκτιμῶντες προφρόνως πάντες τὸν ἀσπόρως σαρκωθέντα δι’ ἡμᾶς ἐξ Ἁγίας Παρθένου, ἐν ὕμνοις μεγαλύνομεν.
Ὅλος δυνάμεως θείας, τὸν Σταυρὸν κεκτημένος ἐβόας, τῷ Χριστῷ ὁ Ἀθλητὴς ὁ ταπεινός· Δέσποτα πανσθενεῖ τροπαιούχῳ τῇ σῇ στεφανωθείην χειρί, ὦ ἰσχυρέ, ἵνα πάντοτε ὕμνοις ἀπαύστως μεγαλύνω σε.
Ὑμνολογῶν τὸν Σωτῆρα καὶ τῇ Τρισυποστάτῳ Τριάδι, παρεστὼς ὁ Ἀθλητὴς νῦν δωρηθῆναι πρέσβευε θερμῶς τὴν εἰρήνην τῷ κόσμῳ, νίκας τῷ φιλοχρίστῳ στρατῷ, καὶ ἡμῖν σωτηρίας,Νάννε Μάρτυς ἀξιάγαστε.
Θεοτοκίον.
Χαῖρε πηγὴ ἀφθαρσίας, χαῖρε κούφη νεφέλη, χαῖρε τερπνὲ Παράδεισε Θεοῦ, χαῖρε πηγὴ ἰαμάτων ψυχῶν, χαῖρε ἅγιον ὄρος ὃ εἶδεν ὁ Προφήτης Δανιήλ, χαῖρε Μήτηρ Παρθένε, χαῖρε ἡ πάντων Ἀνάσσα.
Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Ἕλληνες ἀνυμνήσατε, Μαρτύρων τὸν νεώτατον, τὸν γενναιότατον Νάννον, τὸν δ’ ἀρνήσεως δρόμον, ἀθλήσεως ἀνύσαντα, ὡς οἱ ἀρχαῖοι Μάρτυρες, οἳ υπισχνούμενοι θύσειν, ὑπὲρ θεῶν τὰς εἰκόνας, τούτων συνέτριβον πίστει.
Καὶ τῆς ἑορτῆς.
Αἶνοι. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν Ἀθλητῶν ἡ κρηπίς, Νεομαρτύρων τὸ χαρίεν ἀγλάϊσμα, τὸ σέμνωμα Ἐκκλησίας, ὁ τῶν πιστῶν ἀρωγός, τῶν Ἀγγέλων πάντων Νάννε θαύμασμα,ἀξίως θαυμάζομεν, καὶ ἡμεῖς οἱ ἀνάξιοι, σὲ δι’ αἱμάτων, τῶν σεπτῶν ἀποδείξαντα, τὴν ἀγάπην σου, εἰς Χριστοῦ τὴν οἰκείωσιν. Χαίροις ὅτι κατώκησας, τὸν μέγαν Παράδεισον, ὡς εὐθαρσὴς νεανίας, ὡς Ἀθλοφόρος περίφημος, αἰτούμενος πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν καὶ μέγα ἔλεος.
Χαίροις, Θεσσαλονίκης βλαστέ, ἀπογονὴ Γυναικοκάστρου περίδοξε,σπορὰ εὐσεβῶν γονέων, πατρὸς Γιαννάκου υἱέ, καὶ τῆς Θωμαΐδος τὸ ἀγλάϊσμα, καὶ τούτοις συγχαίρομεν, καὶ ὁμοῦ ἀγαλλόμεθα, ὅτι τὸν παῖδα, ἀσφαλῶς ποδηγέτωσαν, εἰς εὐσέβειαν, τοῦ Χριστοῦ ἀγαπήσεως. Χαίροις ὅτι ἠγάπησας, Μαρτύρων ἀθλήματα, καὶ μετα τούτων, ἀθρόως περιχαρῶς εὐφραινόμενος, αἰτῇ Νάννε πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν καὶ μέγα ἔλεος.
Χαίροις, ὁ τῶν Σμυρναίων ἀστήρ, ὁ φωταυγὴς Νάννε φωτίζων τὰ πέρατα, ἐν Σμύρνῃ γὰρ ὢν εἰργάζου, ὡς σκυτοτόμος λαμπρός, καὶ θαμὰἐμελέτας τὸ μαρτύριον. Χριστὸν ἀπαρνήσασθαι, καὶ Μωάμεθ ἀσπάσασθαι, εὐθὺς δ’ ἀμέσως, τῷ κριτῇ ὁμολόγησιν, δοῦναι πίστεως, εἰς Χριστοῦ τὴν θεότητα, ὅθεν εἰς πρᾶξιν ἔδραμες, τὸ αἷμά σου δέδωκας, καὶ εὐπρεπὴς Ἀθλοφόρος, φέγγων Κυρίῳ παρίστασαι, αἰτούμενος πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν καὶ μέγα ἔλεος.
Χαίροις, Νεοελλήνων χαρά, ὁ δοὺς τὰ πάντα εἰς Χριστοῦ τὴν ἀγάπησιν, ζωήν σου νεότητά σου, τοὺς εὐσεβεῖς σου γονεῖς, τὸν αὐταδελφόν σου τὸν γλυκύτατον, Χριστὸν Ἰησοῦ Θεόν, ὃς εἰδὼς τὴν προαίρεσιν, τῆς σῆς καρδίας, ἀγαθὴν καὶ ἀκήρατον, σὲ ηὐλόγησε, σοὶ τὰ πάντα συνεχώρησεν, ὅθεν θυσίας γέγονας, ἐν ἄκρα φαιδρότητι, καὶ ὁ Χριστός σε ἐδέχθη, ὡς Ἀθλοφόρον περίδοξον, αἰτούμενον πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν καὶ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε τῶν Ἑλλήνων Ὀρθόδοξοι, δεῦτε ἑορτάσωμεν καὶ πανηγυρίσωμεν τὸν Ἀθλοφόρον Χριστοῦ. Σήμερον γάρ, ἀστράπτει ὡς ἥλιος, καὶ ταῖς ἀκτῖσι αὐτοῦ εὐθείαις ἐκφωτίζει τοὺς βοῶντας· Χαίροις, Χριστομαρτύρων ὁμόζηλε, μεγαθλητῶν Γεωργίου, Δημητρίου, τῶν σεπτῶν· χαίροις, ὁ τὴν χάριν πλουσίαν παρὰ Χριστοῦ εἰληφώς, καὶ τοῖς πιστοῖς σκορπίζων δαψιλεῖς τὰς εὐεργεσίας· χαίροις, τῶν Ἀγγέλων ὁμοτιμε, ὁ δοὺς τὸ σφύζον σου φοινικοῦν αἷμα ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ. Ἀλλ’ ὦ Νάννε, τῶν πιστῶν τὸ σέμνωμα, ἐκδίωξον ἀφ’ἡμῶν τὴν δειλίαν, καὶ δὸς ἡμῖν πνεῦμα ἀνδρείας, εὐλογίαν καὶ εἰρήνην τῷ ἔθνει ἡμῶν, τῇ μεσιτείᾳ σου.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν.
Τὰ τυπικά, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγιου ἡ γ΄ καὶ στ΄ ᾠδή.
Ἀπόστολος καὶ Εὐαγγέλιον τῆς ΙΣΤ΄ Ὀκτωβρίου.
Ἀπόστολος· πρὸς Τιμόθεον Β΄: Τέκνον Τιμόθεε, ἐνδυναμοῦ...
Εὐαγγέλιον· κατὰ Ἰωάννην: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπάτε ἀλλήλους...
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον...
Μεγαλυνάριον.
Τὸν Χριστὸν ἠγάπησας ἀληθώς, Νᾶννε Ἀθλοφόρε ἐκ καρδίας χριστοπαθοῦς, ὅθεν τῶν αἱμάτων, τὰ ῥεῖθρα ἐδωρήσω, αὐτῷ ὡς Ζωοδότῃ, ζωῆς ἀντίλυτρον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου