Αγαπητοί φίλοι,γνωστοί και άγνωστοι, σας καλωσορίζω στο προσωπικό μου blog. Σας ευχαριστώ για την τιμή και το χρόνο που αφιερώσατε, για να το επισκεπτείτε...με τιμή π. Αντώνιος Χρήστου

Συνολικές προβολές σελίδας

ΑΝΑΖΗΤΕΙΤΕ ΚΑΤΙ; ΕΛΕΥΘΕΡΑ....

Translate-Μετάφραση σε άλλη γλώσσα

Παρασκευή 27 Μαρτίου 2020

ΕΥΧΗ ΔΙΑ ΛΟΙΜΙΚΗΝ ΝΟΣΟΝ



ΕΥΧΗ
ΔΙΑ ΛΟΙΜΙΚΗΝ ΝΟΣΟΝ

 (ποίημα τοῦ Σεβασμιωτάτου Μητροπολίτου Γλυφάδας
κ. Ἀντωνίου)

Κύριε, ὁ Θεὸς τοῦ ἐλέους, ὁ πάσης ἀγαθότητος χορηγός, ὁ τῶν θαυμασίων Θεός, ὁ τῶν οἰκτιρμῶν Πατήρ, ὁ τῆς συμπαθείας λιμήν, ἡ τῆς φιλανθρωπίας ἀκένωτος πηγή, ὁ ἰατρός καί θεραπευτής τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν, ὁ λόγῳ μόνῳ θεραπεύσας χωλούς, τυφλούς, κωφούς, παραλύτους, λεπρούς καί ἐκ παντοίων ἑτέρων νόσων κατατρυχομένους, ὁ τήν πενθεράν Πέτρου ἰασάμενος, ὁ ἐκ νεκρῶν τόν Λάζαρον ἀναστήσας καί τόν υἱόν τῆς χήρας τῆς Ναῒν καί τήν θυγατέρα τοῦ Ἀρχισυναγώγου, ὁ πάντα ποιῶν καὶ μετασκευάζων μόνον διά τῆς Σῆς βουλήσεως, Οὗ ἐν τῇ χειρὶ ἡ πνοὴ πάντων τῶν ζώντων, Σοῦ δεόμεθα, θαρροῦντες εἰς τήν ἀνεξιχνίαστον καί φιλάνθρωπον ἀγαθότητά Σου καί προβαλλόμενοι ὡς μεσίτας τήν Πανάχραντον Ἀειπάρθενον Θεοτόκον καί τούς Ἁγίους Σπυρίδωνα τόν Τριμυθοῦντος Ἐπίσκοπον, Χαράλαμπον τόν Ἱερομάρτυρα, Νικηφόρον τόν λεπρόν καί Ἄνθιμον τόν ἐν Χίῳ λεπροκόμον, ταπεινῶς Σέ παρακαλοῦμεν, ἔπιδε εὐμενεῖ καὶ ἱλέῳ ὄμματι ἐφ̉ ἡμᾶς, τούς ὑπό προσφάτως ἐνσκηψάσης νόσου λοιμικῆς δεινῶς κατατρυχομένους, καὶ κατάπεμψον ἡμῖν τὰ ἐλέη Σου τά πλούσια.

Νικησάτω ἡ ἄβυσσος τῆς Σῆς εὐσπλαγχνίας τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτημάτων. Φεῖσαι τῆς κληρονομίας Σου ὁ Θεός· φεῖσαι τοῦ λαοῦ Σου· φεῖσαι τοῦ ἀμπελῶνος, ὃν ἐφύτευσεν ἡ δεξιά Σου.

Δέξαι τὰς ἐκ βάθους καρδίας ἀναπεμπομένας Σοι κραυγάς ἡμῶν· δέξαι τοῦ ταλανιζομένου ἐκ τῆς ἀσθενείας ταύτης λαοῦ Σου τὴν παράκλησιν.

Δὸς ἡμῖν λύτρωσιν καί ἐλευθερίαν ἐξ αὐτῆς. Παῦσον τήν ταύτης περαιτέρω ἐξάπλωσιν. Φώτισον τούς ἐρευνητάς ἐπιστήμονας ἵνα συντόμως ἐφεύρωσι τό νεκροῦν τόν προκαλοῦντα ταύτην ἰόν φάρμακον. Θεράπευσον τούς ἐξ αὐτῆς νοσοῦντας ἀδελφούς ἡμῶν. Στῆσον τὸ δρέπανον τοῦ θανάτου, δι᾿ οὗ αὕτη κακῶς θερίζει τούς οὕς προσβάλλει. Στῆσον αὐτῆς τήν μανίαν, ἵνα ὑγιεῖς δοξάζωμεν τήν ἀνείκαστον μεγαλωσύνην καί μακροθυμίαν τῆς χρηστότητός Σου καί ἀνάπαυσον ἐν εἰρήνῃ τούς ἐξ αὐτῆς θανόντας.


Ναὶ, εὐδιάλακτε Κύριε Ἰησοῦ Χριστέ, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων Σου ἐν τῇ ὥρᾳ ταύτῃ, ἐν ἧ μετά πολλῆς συνοχῆς ψυχῆς ἐπικαλούμεθά Σε καὶ μὴ ἀπώσῃ τὰς δεήσεις ἡμῶν. Πάριδε, Ἀγαθέ, τὰ πλημμελήματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ· καί δός ἡμῖν ὑγιαίνοντας ἀνυμνεῖν τό πανάγιον Ὄνομά Σου καί τοῦ ἀνάρχου Σου Πατρός καί τοῦ Παναγίου καί ἀγαθοῦ καί ζωοποιοῦ Σου Πνεύματος εἰς τούς αἰῶνας. Ἀμήν.


Δεν υπάρχουν σχόλια:

Ομιλίες π. Αντωνίου Χρήστου

Ομιλίες π. Αντωνίου Χρήστου
Πατήστε πάνω στην Εικόνα






Δημοφιλή