Ψαλλομένη τῇ 11ῃ μηνὸς Ἰουνίου Ποίημα Στυλιανοῦ Μακρῆ, Δρος Θ. Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι. Ὥ σπερ ἄνθος μυρίπνοον, τῆς ἐρήμου τὴν ἄφατον, εὐωδίαν κόσμῳ πάτερ τοῦ Πνεύματος, ἐκ τῆς Ῥωσσίας ἐσκόρπισας, ποτίσας τοῖς δάκρυσι, τὴν καρδίαν σου Λουκᾶ, καὶ πυρὶ τῆς ἀσκήσεως, τὰ ζιζάνια, κατακαύσας παθῶν σου ἐν ἐρήμῳ, γῇ ψυχρᾷ τε καὶ ἀβάτῳ, τῆς ἐξορίας ἀοίδιμε. Ἐ γκωμίοις καὶ ᾄσμασιν, ἐπαινεῖ τὰ συστήματα, πάτερ ὀρθοδόξων τὴν σὴν πολύαθλον, ὑπομονὴν ἐν ταῖς θλίψεσιν, ἥν ὅλως ὑπέμεινας, θαυμαστῶς ὡς ὁ Ἰώβ, χαίρων ᾅμα καὶ πᾶσαν σου, εἰς τὸν Κύριον, τὴν ἐλπίδα ἑκάστοτε ὡς δοῦλος, ἀγαθὸς Λουκᾶ τρισμάκαρ, ἀνατιθεὶς θεοτίμητε. Κ αθελὼν τὰ φρυάγματα, ἀσεβῶν ὡμολόγησας, οὐκ ἐν λόγοις μόνον ἀλλὰ καὶ ἔργοις σου, τὸν σταυρωθέντα θεσπέσιε, Χριστὸν καὶ τριήμερον, ἀναστάντα ἐκ νεκρῶν, ὡς βαστάσας ἐπ’ ὤμων σου, τὸ μαρτύριον, συνειδήσεως ὅθεν ἡ...